Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου,
  2. πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
  3. τεφρούμεν’ ἤδη, πυρὸς ἄσβεστον φλόγα,
  4. ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ’ ὕβριν.
  5. Αἰνῶ κρίσιν, ἄβατον ἣ πέδον τόδε
  6. τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον,
  7. ὃς τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις
  8. Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκα;
  9. Βάκτρια τείχη τήν τε δύσχειμον χθόνα
  10. Μήδων παρελθὼν Ἀρράβων τ᾿ εὐδαίμονα,
  11. ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα,
  12. πᾶσάν Ἀσίαν, ἣν παρ’ ἁλμυρὰν ἅλα
  13. Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ’ ὁμοῦ,
  14. πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις,
  15. ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα,
  16. ἥ σ’ ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν.
  17. Ἰὼ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα,
  18. ὦ καλλίπυργον ἄστυ Δαυΐδου χθονὸς,
  19. ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων,
  20. θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς·