Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- πέπλους ἀνασπῶν σῶμά τ' ἐκφέρων τάφου.
- Ὡς γὰρ προσήκει μὴ γένους
- ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον.
- Πῶς δ’ οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας
- τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενὶ,
- φρόντιζ'· ἐμοῖς δὲ χρωμένη βουλεύμασι
- σιγῇ φέρ᾿· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές.
- ὠμὀν ὠμὸν εἰς σὸν Παῖδα τεθνεῶτ᾿
- εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι·
- ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε
- τὸν σὸν πιθέσθαι Παῖδ’ ὅπως οὐκ ἐσθλὸς ἦν,
- οὐδ’ εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος
- καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις
- ὕλην, ἐπεί μιν ἐσθλὸν ἐπίσταμαι.
- Ἔκτειν᾿ ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις,
- δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον,
- καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν.
- Κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
- τολοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον,
- ὡς καλλίνικος, ᾗ κλέος νίκης μέγα.