Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

<εݲ.> Πυθαγόρειοι εἴτ᾿ οὖν Περιπατητικοί· τὴν μονάδα καὶ τὴν [*](Ö20) πρόνοιαν καὶ τὸ κωλύειν θύεσθαι τοῖς δῆθεν θεοῖς | Πυθαγόρας ἐδογμάτισεν, ἐμψύχων τε μὴ μεταλαμβάνειν, ἀπὸ οἴνου δὲ ἐγκρατεύεσθαι.

διώριζεν δὲ ἅμα τὰ ἀπὸ σελήνης καὶ] ἄνω ἀθάνατα λέγων, τὰ δὲ ὐποκάτω θνητά· μεταγγισμούς τε ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα ἄχρι ζῴων καὶ κνωδάλων, σιωπὴν δὲ ἅμα ἀσκεῖν ἐπὶ χρόνον πέντε ἐτῶν ἐδίασκε. τὸ τελευταῖον δὲ ἐαυτὸν θεὸν ὠνόμασε.