Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

λݲθݲ. Σηθιανοί. οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω Μητρός, μεταμεληθείσης ἐφ᾿ ᾧ τοὺς περὶ τὸν Κάϊν προεβάλετο, εἶτα συνελθούσης μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἄβελ ἀποκτανθῆναι τῷ ἄνω Πατρὶ καὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιησάσης· ἐξ οὑπερ λοιπὸν κατήχθη τὸ πᾶν τῶν ἀνθρώπων γένος.

καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καὶ ὅσα οἱ ἄλλοι δογματίζουσιν ἐδογμάτισαν.