Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἰουδαῖοι τοίνυν οἱ ἀπὸ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν ὑπάρχοντες καὶ τὴν αὐτοῦ θεοσέβειαν διαδεξάμενοι περιτομὴν μὲν τοῦ Ἀβραὰμ ἔχουσιν, ἣν κατὰ πρόσταξιν θεοῦ εἴληφεν ἐνενηκοστὸν ἔνατον ἔτος κατάγων δέ αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ τούτου σπέρμα πάροικον γινόμενον ἐν γῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ θεοῦ, ἐπὶ σώματος δὲ φέρειν σφραγῖδα ὑπομνήσεως χάριν καὶ ἐλέγχου εἰς τὸ ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ.

ὁ δὲ τούτου παῖς Ἰσαὰκ ὀκταήμερος περιτέμνεται, ὡς τὸ τοῦ θεοῦ εἶχεν θέσπισμα. καὶ ὡμολόγηται μὲν ὅτι ἐκ προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν.

διήρκεσαν τοίνυν περιτεμνόμενοι καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοῦ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν παῖδες, ἀπ᾿ αὐτοῦ φημι καὶ καθεξῆς Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ έν Αἰγύπτῳ.

Ἰακὼβ γὰρ ὁ καὶ Ἰσραὴλ κάτεισιν ἅμα τοῖς ἕνδεκα αὐτοῦ παισὶν εἰς Αἴγυπτον. ἔτος κατάγων ἑκατοστὸν τριακοστὸν τῆς αὐτοῦ ζωῆς. Ἰωσὴφ δὲ ὁ ἕτερος αὐτοῦ υἱὸς ἤδη ἐν Αἰγύπτῳ προϋπῆρχεν βασιλεύων, πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. ἡ δὲ τοῦ θεοῦ οἰκονομία τὰ ἀγαθὰ συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμασμὸν μετήγαγεν τὴν κατὰ τοῦ αὐτοῦ Ἰωσήφ ἐπιβουλήν.

κάτεισι τοίνυν ὡς προεῖπον ὁ Ἰακὼβ εἰς Αἴγυπτον καὶ οἱ αὐτοῦ υἱοὶ καὶ γυναῖκες καὶ ἔκγονοι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἀριθμηθέντες, ὡς περιέχει [*](9 vgl. Gen. 17, 1. 10 — 10 vgl. Panarion haer. 4, 1, 3; S. 179, 16 — 13f vgl. Gen. 21, 4 — 22 vgl. Gen. 46 u. 47, 28 — 25f vgl. Gen. 50, 20 — 27ff vgl. Panarion haer. 4, 2, 1; S. 181, 19ff — 29 75 Seelen nach Act. 7,14; anders haer. 4, 2, 1; S. 181, 21 siehe z. d. St. G U (bis Z. 19 καθεξῆς, dann V an Stelle beider) M) [*](1 κατ’ αὐτῶν M 2 ἀπὸ] ἀντὶ Μ 5 ὅμως *] ὧν GUM 8 ἑαυτοῦ GM 9 εἴληφεν] ἔσχεν Μ 10 εἰς τὸ] εἰς τοῦτο M εἰς τὸ τὸ 11 11 γενόμενον U 12 σφραγῖδα φέρειν U 13 παῖς τούτου GU 16 κατ’ U 17 δείξωμεν UM 18 αὐτοῦ *] αὐτοὶ GUM 20 Φυλιστιέα V V corr Φιλιστιεὶμ Μ 21 τότε < V 22 ὁ καὶ] καὶ ὁ Μ 28 εἰς Αἴγυπτον < V, vgl. 29 ἀριθμηθέντες + εἰς Αἴγυπτον V)

190
ἡ πρώτη βίβλος τῆς κατὰ τὸν Μωυσέα πεντατεύχου, περὶ τούτων πάντων σαφῶς δηλοῦσα.

διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην ἔσχον ταῦτα δευτερῶσαι. ἔμειναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ τοῦ Λευί, ἐξ οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἠρξε Δαυίδ.

καὶ ὁ μὲν Λευὶ γεννᾷ τὸν Καὰθ καὶ τοὺς ἄλλους, Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα καὶ Ἀαρὼν τὸν ἀρχιερέα. οὗτος ὁ Μωυσῆς ἐκβάλλει τοὺς υἱοὺς Ἰσραὴλ ἐν δυνάμει θεοῦ ἐκ γῆς Αἰγύπτου. ὡς ἔχει ἡ δευτέρα βίβλος κατὰ τὴν νομοθεσίαν.