Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

66. Εἰ δὲ τοῦτό σε ἀνακρίνει καὶ οὐ δύνασαι, ψυχικῶς διανοούμενος, τοῦ πνεύματος δέξασθαι τὴν χάριν, χάριν, ἄπιστε καὶ ἐπέκεινα τῶν [*](D676) ἀπίστων τυγχάνων, λεγε μοι ἑκάστην ὑπόθεσιν ἐκ θεοῦ γεγονυῖαν, πόσην τὴν τὴν θαυματουργίαν καὶ ἔκπληξιν;

πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέ ταται ἐν μετεώρῳ ἀναπεπετασμένος; πόθεν ἐστιλβώθη [*](Ö358) ἥλοις καὶ ἐκτίσθη ἡ σελήνη καὶ τὰ ἄστρα; ἐκ ποίου πρωτοτύπου ὓλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; άπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη;

πόθεν ἡ σύστασις ὃλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων θεῷ πορισθεῖσα; πόθεν τῶν νεφελῶν ἡ σύστασις, ἣ ὑπὸ θῆξιν σκέπει τὸν οὐρανόν;

πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγματος θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ὁ πορισμός; πῶς τὴν ξυλινην > εἰς ὄφιν μετέβαλεν ἐψυχωμένον καὶ ἓρποντα; πόθεν τῇ χειρὶ τοῦ Μωυσέως τὸ εἰς χιόνα μεταβάλλεσθαι;

οὕτω καὶ τότε ἠθέλησεν ὁ θεός, ὠ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζᾠων ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἃμα > θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ, ὡς ἀπ᾿ ἀρχῆς ἃμα ἠθέλησε οὐρανὸς καὶ τὰ πάντα γεγένηται. καὶ περὶ τούτων πολλάκις ἔφημεν καὶ ἐν ἄλλοις τόποις καὶ ἀνωτέρω.

καὶ τοῖς μὲν βουλομένοις * τὸ ζῆν σύντομος ή σωτηρία καὶ εὐθυέλεγκτος ἡ κακοπιστία, τοῖς [*](3 Gen. 3, 19 — 5 Gen. 3, 21. 23 — ff vgl. Ancoiatus c. 62, ff; I 74, 15ff — 18 vgl. Exod. S, 17 — 19 Exod. 4, 3 — 20 Exod. 1, 6 — 25 vgl. zu Ζ. 11) [*](M U (von Ζ. 5 Μ’ ἕτερα an)) [*](4 * *] der Zusammenhang ist hier undeutlich; das folgende μεθ᾿ ἕτερα stammt wohl vom Abschreiber her, der einige Sätze übersprungen hat. Jedenfalls zur Begründung des μὴ παραδεδωκὼς θανάτῳ zunächst noch Gen. 3 6 εκ] ἀπὸ Μ 7 παρὰ σοὶ M | Ὠρίγενες <U 12 ἔχειν U 13 ἀναπεπταμένος M | ἐστηλπώθη M 14 ή] καἰ U 15 γενομένη M 17 vor θεῷ + U | νεφῶν U | θίξιν ΜU 18 σκνῖπος Μ 11) Μωυσῇ] Μωυσεῖ ΜU 20 ἐπεψυχωμένον U 21 τὸ] τῶ U | τότε] τὸ M 23 > * 25f ἔφην M 27 * <αἱρεῖσθαι>*)

509
δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθαι διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος <κωφῆς> καὶ τὰ ὠτα βυούσης, τοῦ φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ‘ κατὰ τὸν θεῖον λόγον· τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ όλίγως, κἄν τε <οὐ> διὰ πλάτους ὁ λόγος εἰρημένος κεῖται.