Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, Πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὤν πνευματικῷ.

ἀλλὰ καὶ περὶ τοῦ Ηλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ έ)στιν ἔτι ἐν σαρκί, σαρκί δὲ πνευ- ματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, #x003E; ὅτε έν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μηλωτήν τε ἐνδύεδθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἡς ἐστι χορηγὸς ό τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν.

Καὶ όρᾷς αὐτὸ αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς καὶ ό κύριος ήμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ’ αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων ,

ὃπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν τοῦτο] διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν.

τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἀσταυ- [*](5f vgl. Luk. 20, 35 — 7ff vgl. Ancoratus c. 98, 6ff; 1 119. 7ff — 7 vgl. (Gen. 5, 24) Hebr. 11, 15 — 12 vgl. II ön. 2, 11 — 14 f vgl. I ön. 17, 5f – 20ff vgl. Panarion Christentum 3, 4; I 230, 23ff — 23 Joh. 20, 19. 26) [*](Μ U 1 εἰ δὲ — στοιχῶμεν Μ 2 ζήσομεν *] ζήσωμεν MU 5 ἀλλὰ U 6 εἰσὶν ὡς ἄγγελοι U 7f οὐκ εὑρίσκετο M 8 οὐ] οὐχὶ U 12 Πνευματικῷ *] πνευματικὸς M πνευματικῶς U | * etwa > * 14 τοῦ ört zu τρέφεσθαι) *] τῶν MU | <ὡς> * 15 κοράκων + τε Μ | χορὰτ U 16 δὲ M | τρέφεται *] τρέφεσθαι MU 18 ἀμβρωσίαν M 21 ἀλλὰ M | τὸ 1 <M | ὄν1] ὃν M ὄν aus ἒν U 24 τοῦτο] *, lies vielleicht ὃλως 25 εἰδελγὼν M 26 ἐσταυρωμέν(ον Μ)

504
ρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογπῆσαι αὐτὸ τὸ ἐσταυρωμένον.

ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός«. ἔδειξε γὰρ ἤλων καὶ τύπον λογχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν.

ἠδυνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ’ οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ δέ, ὠ θεήλατε. ἄρα οὖν ἠν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριή- μερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάδει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι »ἴδετε ὃτι πνεῦμα σάρκα καὶ όστᾶ οὐκ ἔχει, ὡς ὸρᾶτέ με ἔχοντα«.

πῶς οὐν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ᾿ ἵνα ἳνα δείξῃ σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ

ἐνανθρωπήσει, αὐτὸ ὄν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ᾿ εἰς ἀεὶ διαμένον, μηκέτι άποθνῇσκον.

ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«· <ἀναστὰς δὲ> οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριευει«.