Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

60. Οὐκοῦν ἐλέγομεν· ἀφ’ οὖ τὸν ἄνθρωπον, εἶ μνημονεύετε, πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι.

οὕτως γὰρ πρῶτον στάσις ἐνέπεσε σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες με) τοῦ ἐμφυσήματος τοῦ θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίς ὑλικῆς, ἥν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ήμᾶς ὄφις, βραχυπορησάντων ήμῶν τῆς παραγγελίας τοῦ θεοῦ τὸν κύκλον.

διὸ καὶ τὸν θάνατον ὁ θεὸς πρὸς ἀναίρεσιν τῆς ἀμαρτίας ύπὲρ ήμῶν ἀνεύρατο, ἴνα μὴ ἐν ἀθανάτοις ήμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθανατος ᾖ.

ὄθεν ὁ ἀπόστολος »οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν« λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἔπιθυμίας εἰσοικισθεῖσαν εἰς ἠμᾶς άμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα νέα καὶ κλῶνες οί φιλήδονοι περὶ ήμᾶς ἀεὶ λογισμοὶ στανται. δισσὰ γὰρ ἐν ήμῖν λογισμῶν γένη, [*](P588) [*](2–6 öm. 7. 15—18 — 19 Röm.) [*](M U S Phot.) [*](1 ἔχει <S | εἴη — διελθεῖν] wir machen . . die Abhandlung S | τὸν] τὸ U 2 καὶ τὴν βούλησιν <S 3 τοῦτο 1 <Phot. 3f εἰ δὲ ὃ οὐ θέλω τοῦτο < Bonwetsch nach S 5 ἀλλὰ U 6 τὸ < S; vgl. aber Z. 20 7 διωριζόμεθα Phot. 8 διελθεῖν M | μᾶλλον βραδύνω] kurz βτ habe S 8 f μακροτέρας — διανύσαι] ährend viele Worte über ötig sind S 8 μου U | ἤ] ἦς U 9 δη] μὴ M 11 ἐλέγομεν] οὐ λέγομεν] M wir sagen S | εἰ μνημονεύετε Gern.] ἐμνημονεύετε < Phot. 13 εἰσοικηκέναι Μ U | πρῶτον ’Phot. 14 τε καὶ λογισμῶν <S 14f κενωθέντος M 16 ό <M | πολύτροπος Phot. | ἐνεφύσησεν Phot. 16f βραχυπορησάντων — κύκλον <Phot. 18 ὑπὲρ < S | ηὕρατο M εὕρατο U 19 ὡς ἔφην <S | ό ἀπόστολος τι sprechend S 22 ἦς δὴ + ἤδη U | νέα <S | καὶ κλῶνες <S Phot. 23 ἀεὶ <M S |)

496
τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν.

ὅθεν τῇ μὲν νομοθεσίᾳ τοῦ θεοῦ κατὰ τὸν νοῦν »συνηδόμεθα« (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί· ὁ γὰρ νόμος »ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ θεοῦ«, οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ, τῇ ἐπιθυμίᾳ τοῦ νοός, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς, παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός.