Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

52. Οὐκοῦν ἐγίγνωσκεν δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρός τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἁμαρτήματα.

ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐφ᾿ ἡμῶν, ἐὰν μὴ πρότερον ὑποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ ὑπακούειν αὐτὸ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ’ ἀξίαν [*](13–17 Rom. 6, 12f — 17–20 Rom.) [*](M U S 1 f ἢ λῃστεύοντες — ἢ ποιοῦντες < S 1 ὅσα τὰ M ὅσα ἅττα U | U 2 ἔχειν ἐδυνάμεθα] das Fleisch hätte S | παρὰ δικαίῳ κριτῇ < vor ἀδυνάτως + und S 3 — 6 πῶς γὰρ — τῷ ἀγαθῷ < S 8 μήτε] μηδὲ M δύνασθαι < S 9 εἰ δὲ] wie aber S | ἐγκρατεύονται δὲ < S δὲ ὁπότε] δηλονότι U 10 vor ὑποτάσσουσιν + nicht S | ἄλλως — ἀδύνατον < S 11 τὸ σῶμα] das Fieisch S 12 αὐτοῦ M 13 ὁσιώτητα M 14 ἡμῶν | λέγει] tvelcher spricht S hinter σώματι U | εἰς τὸ] ἐν τῶ U 15 ἐπακούειν U | ταῖς ἐπιθυμίαις αὐτοῦ] ihrer Begierde S 15f ἁμαρτίας τῆ ἀδικία Μ 17 γὰρ < U 18 vor τῇ ἀκαθαρσίᾳ + der ünde und S 21 ἐγίνωσκεν U 21 f θύνεσθαι — τοῦτο καὶ] dieser Leib S 22 ἕνα] wenn S | νεκρωθῶσιν] er ötet S 23—S. 481, 1 ἄνθρωπος καὶ — τοῦ Χριστοῦ < S 24 αὐτοῦ U 25 πολιτεύσεται M )

482
τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἀμαρτῆσαι διὰ τοῦ σώματος αὐτῷ.

εἰ γὰρ »οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὔτε λοίδοροι οὔτε ἄρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται«,

πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ Τε τούτων ὁ ἀκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσύνη.

ὥστε ὁ ἀπόστολος οὐ τὴν σάρκα μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός, οἷον τὴν ὁρμὴν αὐτῆς αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν. ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς [*](Ö328) ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καἰ ἡδονὰς ἐξαπόλλυσθαι καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύεσθαι ζῆν εἶναι νομίζοντας, οἳ »θεὸν ἡγοῦνται τὴν κοιλίαν«, <φάσκοντες> καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν«, καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ βορὰν μόνον καὶ τὰς τραπέζας ἀσχολούμενα, εἰπών τε »τὰ βρώματα τῇ κοιίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν·

ὁ Τε θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει« ἐπήγαγε »τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι.

ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὄτι τὰ μέλη ἡμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ [*](3—5 I Kor. 6, 9f — 15 Phil. 3, 19 — 15f I Kor. 15, 32 — 17 I Kor. 6, 13 — 19– S. 483, 7 IKor. 6, 13—20) [*](M U S 1 καὶ τὸ μὴ ἁμαρτῆσαι < M 2 ἢ1 < M 3f οὔτε μοιχοὶ — κλέπται 4 ἀρσενοκοῖται u. μαλακοὶ umgestellt U | οὔτε μέθυσοι hinter ἅρπαγες S f οὐ λοίδοροι U 5 κληρονομῆσαι δύνανται] ürdig sind S 6 ταῦτα + alles S καὶ κρατύνονται < S 7 τούτων1 < U | τούτων2 + der Leib S πίστιν < S | ὑποτάσσεται ἄρα < M | τὸ σῶμα < U das Fleisch S | 10 ἔφη] sagt S 11 αὐτὴν] Dind. | τὴν πρὸς — τῆς ψυχῆς < U 12 ἔκκαυσιν U | γοῦν + <τὴν σάρκα>? * * | ἄχρι καὶ] inbezug auf S γαστριμαργικῆς ἀκρασίας*] τὴν γαστριμαργικὴν ἀκρασίαν MU 13 f διαμιλλώ- μενος — ἐξαπόλλυσθαι < S 13 τε] δὲ U 14 τοὺς + τε M 14f τὸ — νομίζοντας < S 14 πολιτεύεσθαι U 15 ζῆν < U | 16 θρέμματα] σώματα U 17 κάτω < S | βορρὰν U | καὶ τὰς < S | τε] denn S 19 τὸ] τῶ U — S. 483, 6 ὁ θεὸς — ἐστὲ ἑαυτῶν] Bald darauf aber S 21 ὑμῶν U 22 ἄρας] ἄρα U)

483
γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι; ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε οὖν τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν«.