Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

49. Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφαντζόμενοι ἀπάταις καθευδόντων τρόπον ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘ καὶ βοῶσι, <ὅτι> τῇ πρὸ τῆς ἐντολῆς x003E; ἐν τῷ πρωτοπλάστῳ <ἐν παραδείσῳ> διαγωγὴν πρὸ σώματος ἔφη, ὡς τὰ ἐπιφερόμενα συνίστησιν »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·

ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχερθαι ἠδύνατο καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ' ἑαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ. διὸ δριμέως ἐπήγαγεν τό »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·

πρόσθεν εἰπὼν τό »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘. θαῦμα μὲν οὖν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατάπληξις, νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας·

δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς βεβιωκέναι ἀλήπτους τε εἶναι καθ' ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοηθέντες πάλιν ἀνέρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον· τὰ γὰρ δὴ σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ <δοθῆναι>, διὰ [*](1 f Psal. 65, 12 — 3 f Jes. 43, 2 — 7 Röm. 7, — 10 Röm. 7, 14) [*](M U S 1 ὑπεξαλύσαντα U 2 με] ἡμᾶς Μ 3 διαβαίνεις U Ι ὕδατος] Feuer S Ι συγκλείσουσι U 4 κἄν διαβαίνῃς — κατακαύσει σε < S Ι κἄν] καὶ M Ι M 5 ἅλις ἔχει < M Ι ἅλις ἔχει ταῦτα] bis hierher S ἔτι δὲ Bonwetsch nach S] εἰς ἐκεῖνο δὲ M εἰς δὲ ἐκεῖνο U Ι πολυμόρφως U < S 8 βοῶσι < S Ι <ὅτι> * 8 f τῇ . . . <τὴν> * nach S; mit dem Gesetz hat er . . . . . . genannt] τὴν . . . ἡμῶν MU 9 ἐν <ἐν * nach vgl. S. 486, 21f Ι διαγωγὴν < S 10 σαρκῖνος MU 11 καὶ < M 11 κυριεύσσθαι < S 14 δριμέως] schnell S Ι τύ < M Ι δὲ < U Ι 15 δὲ ἐγὼ U 16 οὖν < U Ι ταῦτα λεγόντων αὐτῶν] dies Wort S Ι < M Ι ὑπεδύετο < M 16 f καὶ κατάπληξις < S 17 ἤδη < S 17 — 19 οὐ μόνον — βλασφημίας] hat sich uns der βε Irrtum υ. völlige Blasphemie fjezevjt S 19 ἐντολῆς] Übertretung S 21 ἀνατρέψαι 22 <δοθῆναι> Bonwetsch nach S 22 φ διὰ τὸ — ἡμαρτηκέναι] der Sünde S)

477
πρὸ σώματος αὐτὰς ἡμαρτηκέναι. καὶ δὴ καὶ λοιδορήσεις τε ἀπῆλθον αὐτοὶς, δεσμοῖς ἀπεικάζουσι καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν *.

νῦν δε ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει. χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας τὴν ψυχὴν ὑπάρχειν μετὰ σώματος· ἐπεὶ εἰ ἄληπτος ἡ Ψυχὴ Μ’ ἑαυτὴν τῇ ἁμαρτίᾳ, οὐκ ὄν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος.

εἰ δὲ ἥμαρτεν οὐκέτι ἄληπτος καθ' ἑαυτὴν τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ εὑάλωτος μᾶλλον καὶ εὔληπτος. διὸ καὶ πάλι, κἄν μὴ λάβῃ τὸ σῶμα τοῦτο, ἁμαρτήσεται, ὥσπερ δὴ καὶ πρὸ τοῦ λαβεῖν αὑτὸ ἥμαρτεν.

διὰ τί δὲ ὅλως καὶ σῶμα ἐλάμβανεν ὕστερον μετὰ τὸ ἡμαρτηκέναι; ἥ τίς αὐτῇ χρεία σώματος ἦν; εἰ μὲν οὖν ἵνα βασανίζηται καὶ ἀλγῇ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολασταίνει μετὰ τοῦ σώματος;

πῶς δὲ καὶ τὸ αὐτεξούσιον εἶναι ἐν τούτῳ φαίνεται ἔχειν τῷ κόσμῳ; ἐφ' ἡμῖν γὰρ τὸ πιστεῦσαι κεῖται ·λαὶ τὸ μὴ πιστεῦσαι ἐνθάδε, ἐφ’ ἡμῖν τὸ κατορθώσασθαι καὶ ἁμαρτῆσαι, ἐφ' ἡμῖν τὸ ἀποποιῆσαι καὶ κακοποιῆσαι.

ἀλλὰ κα ἡ κρίσις πῶς δὴ ἐπιφέρεσθαι ὡς μέλλουσα προσδοκᾶσθαι ἔτι δύναται, καθ' ἥν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ Τε τὸ γεννηθῆναι με) καὶ εἰς σῶμα ἐλθεῖν τὴν ψυχὴν κριθῆναι ἔστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώματος αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εῖς τὸ σῶμα ἐμβιβάζεσθαι καθ' ὑμᾶς;

ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς.

[*](M U S 1 f καὶ δὴ — εἰπεῖν < S 1 τε] τὸ Μ 2 * etwa <ἐπιχειροῦσι> * εἴρηται — ἔχει] haben sie wieder ein ihnen widersprechendes Wort S Ι ὅπερ] ὥσπερ? * 4 ἄληπτος + οὖσα U 6 οὐκέτι] οὐκ ἦν U 6f καὶ εὐάλωτος — εὔληπτος] durchaus schuldig S 8 δὴ] γε U Ι ὅλως καὶ < S Ι vor σῶμα + τὸ U 10 ἀλγεῖ M Ι πῶς < Μ 10 f ἀκολασταίνει aus ἀκολαστάνει 1. Hd. U 11 τοῦ < U Ι εἶναι < S 12 ἔχειν < S Ι Menschen S 12f 12 φ\ τὸ πιστεῦσαι — ἐνθάδε, ἐφ’ ἡμῖν] < S 13 u. + ἐφ' ἡμῖν τὸ πιστεῦσαι κεῖται Λ·αὶ τὸ μὴ πιστεῦσαι U Ι κατορθώσασθαι u. ὑμαρτῆσαι umgestellt S Ι ἁμαρτῆσαι Mendelssohn] ἁμαρτήσασθαι M ἁμαρτήσεσθαι U Ι ἐφ' ἡμῖν2] und S 14 ἀγαθὸν ποιῆσαι M Ι ἀγαθοποιεῖν καὶ κακοποιεῖν U Ι ἀλλὰ < S 14 f ἐπιφέρεσθαι ὡς μέλλουσα < S 15 ἥν — ἀποδίδωσι] dem ösen u. Guten S 16 οὐχ ὡς] wenn S 17 νομισθήσεται < S Ι γεννηθῆναι μὲν καὶ < S 18 ἤδη καὶ ἀνταπολαβεῖν < καὶ χωρισθῆναι < S 10 τε καὶ — ἐλθεῖν < S 20 καὶ καταδίκην < περιουσίας < S 22 ἀνένδεκτον . . . νομίζεσθαι] β . . . nicht S Ι καὶ < S)
478