Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

43. Διὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός — δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, »προσῆλθον δὲ αὐτῷ« εἰπών »καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν —

ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῳς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀποκρούεται λέγων »ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν«, οὐ τῷ σάρκα μὴ ἔχειν,

ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν᾿ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ.

οὐ γὰρ εἶπεν »ἔσονται ἄγγελοι«, ἀλλ᾿ »ὡς ἄγγελοι«, οἷον »δόξῃ μὲν καὶ τιμῇ« κατὰ τὸ γεγραμμένον »ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες« καὶ ἐγγὺς δντες τοῦ εἶναι ἄγγελοι.

καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων· [*](8 Matth. 22, 23 — 11 Matth. 22, 30—18 Psal. 8, 6) [*](M U S Pa) [*](1 ἐποίησεν αὐιόν 〈 S 3 ἐπίστησον ὡς 〈 S | καὶ U Pa | τὰ αὐτὰ 〈 S | ταῦτα 〈 Pa 4f εἰς τὴν — Σαδδουκαίων 〈 Pa 5 καὶ M 〈 6 τὸν . . . λόγον 〈 S | τῆς (vor σαρκὸς) 〈 Pa 7 ἀποκηρύσσωσι] ἀποκηρύσσουσι Μ ἀπο///ρήσωσι, ein Buchstabe ausradiert U ἀπορήσωσι Pa erforschen S | προσῆλθον αὐτῷ 〈 S | ὁ αὐτὸς Pa 8 προσῆλθον — εἰπὼν καὶ 〈 S | δὲ 〈 U Pa | εἰπών] φησί U | καὶ 〈 Pa 8f ἀνάστασιν μὴ εἶναι U 9 ἦν hinter σαρκὸς Pa 10 vor ψυχὴ + Μ | καὶ ὀρθῶς 〈 S 10f ἀποκρίνεται MU 11 ἐκγαμίσκονται Pa 12 τῷ2] τὸ M 13 καὶ γαμίσκεσθαι Pa 〈 S | ἀλλ᾿ Pa | φωσίν] φῶς ἵν᾿ M φησίν U im licht S 〈 Pa 14 πατὰ τοῦτο 〈 Μ | πλησιασθέντες Pa | τῷ 〈 Pa 15 καὶ ἡμεῖς hinter παραδείσῳ Pa | μήτε γάμοις] 〈 Pa | ἢ εἰλαπίναις] εἰσιλαπίνες M 〈 S | ἔτι 〈 S 16 τῷ] τὸ MPa τοῦ U 16f καὶ γεωργεῖν — Χριστοῦ] und za leben in Euigkeit S 17 ἡμῶν M Pa | ἀλλὰ M 18—20 οἷον δόξῃ—εἶναι ἄγγελοι 〈 Pa 18 κατὰ τὸ γεγραμμένον 〈 S 20 καθάπερ + denn S | ἔλεγεν] uir sagen S 21 τῷ] τῷν MU | νυκτὸς — κεκοσμημένων] da auch der Mond in der Nacht Scheint, indem er voll ist S)

467
ἡ σελήνη φαίνει ὡς ὁ ἤλιος· καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ’ ὡς ἤλιον,

ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσός, έγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς ὡς χρυσὸς λέγεται καὶ οὐ χρυσός. εἰ δὲ ἦν χρυσός, οὐκ ἐλέγετο ἄν ὡς χρυσός, ἀλλὰ χρυσός· ἐπεὶ δὲ μὴ ἔστι χρυσός, ἀλλὰ <ἐγγὺς> τοῦ εἰναι χρυσὸς καὶ φαντάζεσθαι χρυσόν, οὑ χρυσὸς ἀλλ’ ὡς χρυσὸς λέγεται.

οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἀγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους.

ὥστε ἀλογώτατον τὸ λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπερήνατο τοὺς ἁγίους ὀξθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτα μὴ μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος.

ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ’ ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγῃ καὶ ὁ προφήτης »καὶ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν«. ἕπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς »γῆν χώματος«. οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται.

θνῄσκει δὲ σάρξ, ψυχὴ γὰρ ἀθάνατος, καὶ τοίνυν εἰ ἡ Μὴ ἀθάνατος, σῶμα δὲ 6 νεκρός, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται μὴ εἶναι ἀνάστασιν, ὅτι μὴ τὸ ἑστὸς ἀλλὰ τὸ πεπτωκὸς καὶ [*](14 Arnos 9, 11 — 16 Dan. 12, 2) [*](M U S Pa 1 ὁ < Pa 1 f εἶναι — ἐλέγομεν < S 2 λέγομεν U λέγωμεν Pa wie S 3 δὲ] und S < Pa Ι πεφυκὸς < S Ι λέγεται] wir sagen S 3f οὐ χρυσός < S 4 — 6 εἰ δὲ ἦν — λέγεται < Pa 4 ἐλέγετο ἂν] sagten 4 f ἐπεὶ ἐπεὶ — χρυσὸς λέγεται < S 5 <ἐγγὺς> Pet. 6 οὐ χρυσὸς ἀλλ’ < οὕτω U Ι ὡς ἀγγέλους < S 7 ἔσεσθαι hinter ἀναστάσει U Ι λέγοντα Pa ἐν τῇ ἀναστάσει < M Ι αὐτὸ τοῦτο < S 8 αὐτὸν < Pa λεσθαι ἀκούομεν] sagt er S Ι ἀκούομεν — ἀναστάσει < Pa Ι τοὺς ἁγίους] sie Ι ἔσεσθαι hinter ἀναστάσει U Ι ἐν τῇ ἀναστάσει < S 9 ἀλλ’ Pa Ι τοῦ εἶναι] luie S Ι ὥστε ἀλεγώτατον] ἄλογον γὰρ Pa Ι τὸ < MU 10 φήνατο] offenhart S Ι τοὺς τοὺς ἀπεφήνατο M Ι ὀφθῆναι τοὺς ἁγίους Pa 11 τὰ σώματα . . . ταῦτα] der Leib S Ι ταῦτα διὰ τοῦτο Pa 12 πρᾶξιν] τάξιν Μ jenes S Ι σαφῶς < S 13 ἀλλὰ M Ι καὶ ἀνισταμένου < S 14 καὶ 1 15 ποθητὴ] schöne u. geliebte S 16 χώματος] σώματος M Ι οὐ γὰρ — τὸ das Sterbende, nicht das nicht Sterbende S 17 vor σὰρξ + ἡ U Ι γὰρ] δὲ Pa Ι καὶ τοίνυν — ἀθάνατος < M 18 ὁ νεκρός] sterblich S 19 σιν μὲν εἰναι < S Ι μὴ εἰναι < U 19 f καὶ κλιθὲν)

468
κλιθὲν διανίσταται κατὰ τὸ γεγραμμένον »μὴ ὁ πίπτων οὐκ ὰνίσταται ἢ ὁ ἀποστρίφων οὐκ ἀναστρεψει«;

[*](P559)