Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

28. Ἀλλ’ ἴσως μὴ ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν ὦ ’Αγλαοφῶν, λέξετε· καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ’ ὁμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ νεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα κα θνητὴν φύσιν; ἀμήχανον γάρ, ἐπεὶ οὐκ ἔστιν * ἀθάνατον.

ἐπειδή, λέξω, γενό- μενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ καὶ τοῦτον τὸν θεσμὸν εἰληφὸς ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν.

»ὁ γὰρ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτό«. καὶ γὰρ »ὁ θεὸς θάνατον οὑκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων«· »φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν λ;πσμον« , καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ. πόθεν οὖν ὁ θάνατος;

πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο λέξομεν. πόθεν πόθεν οὖν ὁ φθόνος; 6 ἀντιλέγων ἐρεῖ.

εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο; εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν;

ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός· ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώ- λεθρος καὶ ἀνενδεής τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἅπαντα ταῦτα ὑπάρχειν δεῖ, ὁ δὲ διάβολος καταργείται καὶ κολάζεται. τὸ δὲ κολαξόμενον ἀλλοι [*](9 ff Weish. Sal. 2, 23; 1, 13; 2, 24) [*](M U S) [*](1 δἰ οὑ U Ι καὶ ὁ < U 2 ἀπῄει — τοῦτο] denn der Unvernimftigkeit dieser Gedanke voll S 3 μὴ — νῦν < S Ι μὴ] μὲν Jahn 4 καθ’ ὑμᾶς] wunderbar S 5 — 7 ἀμεταστρόφως — φύσιν] nicht sterblich wird S 6 ἐξανι- στάμενον U 7 ἀμήχανον γὰρ — ἀθάνατον] es ist nicht mehr möglich dem sterblichen kum Tode überkygehen S Ι οὐχ ἔστιν *] οὐκέτ’ ἔσται Bonwetsch; aber dann wäre noch <ἄλλως> vor οὐκέτ’ unentbehrlich u. nach S eine größ Lücke anzunehmen, etwa οὐκ ἔστι <τῷ> ἀθανάτῳ εἰς < * Ι vor ἐπειδὴ wohl etwas ausagefallen: <δυνατὸν δέ, Ι ἐπειδή, λέξω < S 9 εἰληφ(ὸς M U Ι φθονῶν * nach S] φθόνος U < 10 ἀφθαρσίᾳ] Unsterblichkeit u. Unvertveslichkeit S Ι εἰκόνα] xum Bild S Ι ἐποίησεν αὐτὸν < S 11 γὰρ < MS Ι ἐπὶ M 11 f ζώντων] 13 Σολομῶντος M Ι πόθεν οὦν] καὶ πόθεν U 14 εἰ 2 < S 15 kann S 16 λέξωμεν U Ι οὖν < U Ι ἐρεῖ] sagt S Ι εἰ γὰρ < S IT νετο εἰ — αὐτὸν < M 18 παντάπασι] πάντη U Ι πᾶσιν] πᾶσιν] U < 19f καὶ ἀνώλεθρος < S 20 ἅπαντα * nach S] ἁπάσης MU 21 δεῖ] χρὴ 1 κολαζόμενον + ἄρα U 21f ἀλλοιοῦται καὶ πάσχει] geht zu Grunde S)

446
ὁ διάβολος.

εἰ δὲ γενητὸς καὶ πᾶι τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο καὶ ἔστιν αὐτοῦ δημιουργός, ἔστιν ἄρα τις δημιουργὸς τοῦ διαβόλου. καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν ἢ γενητός; Μὰ τὸ ἀγένητον ἓν εῖναι μόνον νοείσθσαι χρὴ τὸν θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν ἔτερος δημιουργὸς δύναται πλὴν αὐτοῦ· »ἐγώ«, γάρ φησιν, »πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος θεὸς οὐκ ἔστιν«.

οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ ὁ υἰὸς »οὐδὲν ἀφ’ ἑαυτοῦ δύναδθαι ποιεῖν« ὁμολογεῖ, »ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα«· »ἅ γὰρ ἄν«, φησίν, »ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.

οὐδὲ μὴν πολέμεόν τι ἢ ἀντίξουν ἀὐτῷ ἢ ἀν- τίθεόν ἐστιν· ἐπεὶ κἂν εἰ ἀντέπρασσέν τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει κα καὶ ἰσχύï συστάσεως. τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν.