Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἔτερον ἀλή- θευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἀναρέστερον, οὖ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καἰ ἐξ ἐτέρων ἐλέγχοι πλειόνων.

ἀποδείξομεν γὰρ ἐν τοὶς ἐξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν ’Ιερεμίαν »δεσμίους« ἠμᾶς »γῆς« διὰ τὴν πρὸν τὸ σῶμα κοινωνίαν εἰρηκέναι μήτε τὸν Δαυ δ κατὰ τοῦτο »πεπεδημένους«. ἄξιον γὰρ καὶ ταῦτα προφέρειν ἐν οῖς μάλιστα φαίνονται διαπίπτοντες.

περὶ μὲν οὖν τῶν δερματίνων χιτώνων καὶ ὄτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἰ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπών, ὦ ἄνδρες δικασταί (δικαστὰς ὁμᾶς τῶν λόγων, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπόν ἐπὶ τὰ ἀκόλουθα, καθάπερ ὑπεσχόμην, τῶν προκειμένων, ἵν’ εὐκρινέστερον ιδωμεν ὃ βουσόμεθα.