Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶντον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον.

ἄξιον δὲ ἐπιστῆσαι καῖ τὸ ἑτεροῖον μὲν σπεέρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι·

» σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν«, καὶ ἐπιφέρει πάλιν ὁ ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα <πᾶσαν> διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς τοῦ εἴδους σῳζομένου κατὰ τὴν ἀνάστασιν· »τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αμα. βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθαρὰ τὴν ἀφθαρσίαν«.

ἵσως μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον <σῶμα> διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα, σὰρξ δὲ οὐκέτι, ἀλλ’ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.

Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἂ παρατέθενται οἱ ἀδελφο ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν, καὶ πρῶτόν γε <πρὸς> τὰ ἐν τῷ Ἰεζεκιήλ, [*](10f vgl. Matth. 17,2. 3 — 16 I Kor. 15, 44 — 18 I Kor. 15, 50) [*](M U S) [*](2 καὶ <Μ | τὸ <U 3 πλείστης ὅσης—μεταβολῆς] viel besser als die erste S | τὸ <U 5 τρόποις U | ἡμᾶς < U 6 δεῖ Μ |βράλχια] παρα- πλησίαν U 8 διαφόροις Μ besseren S 10 Μωσέως U 12 ὑποκείμενον] Alter S, vgl. S. 123, 24 | λέγει Μ 13 ἐπιστάναι Μ 14 δύο ἡμερῶν] zwei Teile S | ταυτὸν < U 15 τὸ] dieses u. + gleichwie S | ἐτεροῖον ... ἑτεροῖον] eines anderen ist . . . , eines andern S 17 πάλιν] πᾶσιν U | σχεδὸν<S | <πᾶσαν>*, wieder S 18 ἡμᾶς vor διδάσχων (Ζ.17) U | κατὰ τὴν ἀνάστασιν] der Auferstehung S 18f τοῦτο δέ φημι, αδελροί] zu diesem aber, was er spricht S 19 κληρονομῆσαι οὐ δύνανται] werden nicht empfangen S 20 δύναται Μ |. ἵσως] σῶμα Bonwetsch <S 21 <σῶμα> * | ἰδιοποιοῦντος U | <πρὸς> *, nach S)

425
ἐφ᾿ ὅσον ἐπὶ τούτοις βούλονται * οἱ ἁπλούστεροι. κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων.

ἅμα δὲ καὶ ὐποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γὰρ εἰ ὁστᾶ ὀνομάζεται, πάντως τὰ ὁστᾶ ταῦτα νοητέον, ὥσπερ οὐδὲ ἐν τῷ »ἐσκορπίσθη τὰ ὁστᾶ ἡμῶνπαρὰ τὸν Ἅιδην«, καί »ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μου« καί »ἴασαί με, ὅτι ἐταράχθ « p.η τὰ ὀστᾶ μου«, φανεροῦ ὅντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν.

ἐπιφέρεται γοῦν τῷ λόγῳ ὅτι »αὐτο᾿ λέγουσιν ὅτι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν«. ἆρά γε λέγουσι »ξηρὰ γέγονε τὰ ὁστέα ἡμῶν«, θέλοντες ἀνίστασθαι συναχθέντα; ἀλλὰ τοῦτο ἀμήχανον. λέγοιεν δ᾿ ἄν.

»ξηρὰ γέγονε τὰ ὁστᾶ ἡμῶν«, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. ἐπιφέρουσι γοῦν τό »ἀπόλωλεν ἡ ἐλπ᾿ς ἡμῶν, διαπεφωνήκαμεν«. οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος καὶ τῆς οἱονεὶ νεκρότητος ἥν νενέκρωνται διὰ τὰ ἀμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες.

καὶ οἱ ἁμκρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι »τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ κπάσης ἀκαθαρσίας«. πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐξωοποιημένους, ὥσπερ ὀ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω.