Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Ἔφφη γὰρ ως ἀληθῶς »ἐγώ εἰμι ὁ πρῶτος καὶ ἐγώ εἰμι ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος«.

ὡς ἀληθῶς γὰρ οὔκ εἰσὶ πολλοὶ θεοί, ἀλλὰ εἶς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦημα, οὐ συναλοιφὴ οὖσα ἡ τριὰς οὐδὲ διῃρημένη τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ πατὴρ γεννήσας ἀληθῶς υἱὸν καὶ υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως καὶ πνεῦμα ἅγιον ἀληθῶς ἐκ πατρὸς καὶ υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ [*](3–8 Jes. 42, 1–4; (Matth. 12, 18–20) –10ff vgl. Ancoratus c. 17, 6; I 26, 13ff – 10 Psal. 109, 1 – 12 vgl. Mark. 16, 19 – 15 Act. 1, 11 – 19 Act. 7,56 – 24 Jes. 44, 6) [*](M U) [*](1 πατρὸς + δὲ U 8 δὴ <Μ | δύναται U | vor ἔχειν + μὴ Μ 9 αὐτοῦ U 12 πῶς *] ὡς Μ U 15 εἰπόντες] τοὺς εἰπόντας Μ 16 ὁ <U 19 ῥῶ + ἐγὼ U 25 ἐμοῦ] μου U 26 ἀλλ᾿ U 27 συναλειφῆ Μ συναλιφὴ U | ἡ <Μ 28 ἀληθῶς γεννήσας U 29 καὶ1 <Μ)

396
πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, <ἐνυπόστατον> ἀεί, »εἶς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα«.

ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας καὶ ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως, ἐπειδὴ πάλαι πολλάκις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνεν ἐν τοῖς προφήταις καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ᾿ αὐτοῦ·

καὶ πρὸς μὲν τοὺς δειλσιδαίμονας τῶν εἰδώλων καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσαγηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐκτραπέντες τὰ εἴδωλα τῶν Ἀμορραίων καὶ Χετταίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Ἀρουκαίων καὶ Ἀσαναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο.

προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ καὶ τῷ Χαμῶς καὶ τῇ Ἀστάρτῃ καὶ τοῖς Μαζουρὼθ καὶ τοῖς νεασθὼ καὶ τῷ Βααλζεβὰθ καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν. διὸ καὶ ἔλεγεν αὐτοῖς ὁ κύριος »ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα«, ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης τῶν προσκυνούντων τὴν πολυθεΐαν.

καὶ ἐπειδὴ ἔμελλον τὴν παρουσίαν αὐτοῦ τοῦ υἱοῦ ἀπωθεῖσθαι, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς τοὺς Ἰουδαίους »ἐγώ εἰμι ὁ πρῶτος καὶ Ὁ μετὰ ταῦτα«, ὁ πρῶτος ἐν σαρκὶ ἐπιδημήσας καὶ ὁ μετὰ ταῦτα ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς, ἐπὶ τῷ σταυρῷ πεπονθὼς καὶ ταφεὶς καὶ ἀναστάς, ἐν δόξῃ μὲν ἐν αὐτῷ τῷ σώματι ἀναληφθείς, τῇ αὐτοῦ θεότητι εἰς δόξαν δὲ ἑνωθέντι καὶ φαιδρυνθέντι, μηκέτι ὑπὸ ἁφὴν ἐμπίπτοντι νυνί, μηκέτι θανάτου μετέχοντι· »ἀνέστη γὰρ Χριστός«, ὥς φησιν ἡ γραφή· »θάνατος <γὰρ> αὐτοῦ οὐκέτι κυριεύει«, φησὶν Ὁ ἀπόστολος.

καὶ ὅρα πῶς ἡ ἀκρίβεια ὁδηγεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἐκπέσῃ κατὰ θάτερον τῶν τῆς ἀληθείας μερῶν, ἵνα, ὅταν μὲν βου- [*](2 Jes. 41, 4; 44, 6 – 8ff vgl. Deut. 7,1 – 11ff vgl. Num. 25, 3 I Kön. 11, 6. 5 Deut. 12, 3 II Kön. 18, 4 II Kön. 1, 2 – 14 Jes. 41, 4; 44, 6 – 23 vgl. Luk. 24, 6 – 24 Röm. 6, 9) [*](M U) [*](1 λαμβάνων Μ | <ἐνυπόστατον> * 3 τοῦ <Μ 4 ἐπειδὴ πάλαι *] πάλιν ἐπειδὴ Μ U | πάλαι Öh.] πάλιν Μ U | ἐν <U 7f εἰσηγηοχότας U 13 βεελζεβὰθ U 14 αὐτοῖς] αὐτὸς U | vor ἐγώ εἰμι + ἐγώ εἰμι ὁ ὢν U 15 ὁ <Μ | αὐτοῖς Μ 17 ἀποθεῖσθαι Μ 21 ἐν2 <Μ 21f τῇ αὐτοῦ θεότητι *] τῆς αὐτοῦ θεότητος Μ U 22f ἑνωθέντι . . φαιδρυνθέντι . . . ἐμπίπτοντι . . μετέχοντι *] ἑνωθέντος . . φαιδρυνθέντος . . . ἐμπίπτοντος . . . μετέχοντος Μ U 22 vor μηκέτι + καὶ U 23 vor Χριστός + ὁ U 24 vor θάνατος + ὁ Μ | <γὰρ> * | κυριεύσει U 25 ἀκρίβεια + <τῆς γραφῆς>? * | vor ὁδηεῖ + κυριεύει καὶ U 26 θατέρων U)

397
ληθείη ὁ νοῦς πολυθείαν ἐξεργάσασθαι, ἀκούσῃ ὅτι »κύριος ὁ θεός σου κύριος εἶς ἐστιν«·

ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα οἱ υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν »ἐγὼ ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα« καί »ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ«, τὸ ἄλφα τὸ κάτω βλέπον καὶ τὸ ὦ τὸ ἄνω βλέπον, ἵνα πληρωθῇ τὸ εἰρημένον »ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου«.

καὶ ἵνα ὅταν <τὶς> νοιμίσῃ διὰ τὸ εἰρηκέναι »ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα« καί »ἐγώ εἰμι τὸ ἄλφα καὶ ἐγώ εἰμι τὸ ὦ« καί »κύριος ὁ θεός σου κύριος εἶς ἐστι« καὶ ὅτι »ἐγώ εἰμι ὁ ὤν« *, ἵνα μή τις ἀρνήσηται τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα,

διὰ τοῦτό φησιν »ὁ πατήρ μου μείζων μου ἐστί« καί »ἵνα σὲ γινώσκωσι τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν εἀπέστειλας Ιησοῦν Χριστόν«· οὐχ ὅτι οὐκ ἔστιν ὁ υἱὸς ἀληθινὸς θεός, ἀλλ᾿ ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν τῆς τριάδος ὀνομασίαν καὶ ἐκκλείσῃ τὴν διάνοιαν τῶν ἀθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα.