Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6.΄Τὸ δὲ πνεῦμα τίνι τῷ λόγῳ ἐν εἴδει περιστερπᾶς φαίνεται; ἀλλ' ὅπως πείσῃ σε μὴ βλασφημεῖν, ὦ ἐθελόσοφε καὶ μηδὲν ὁρθὸν διανοούμενε, ἵνα μὴ νομίσῃς τὸ πνεῦμα συναλοιφὴν εἶναι πατρὶ ἢ υἱῷ.

διὰ τοῦτο, καίπερ αὐτοῦ τοῦ ἁγίου πνεύμνατος σῶμα μ}Η φορέσαντος, ἐν εἴδει περιστερᾶς σχηματίζεται, ὅπως δείξῃ σου καὶ ἐλέγξῃ σου τὴν πλάνην, ὅτι ἐνυπόστατόν ἐστι τὸ πνεῦμα καθ᾿ ἑαυτὸ καὶ ἐνυπόστατος ὁ πατὴρ καὶ ἐνυπόστατος ὁ μονογενης, ἀλλ᾿ οὐ διαιρουμέης τῆς θεότητος οὔτε ὑποβεβηκυίας τῆς ἑαυτῆς δόξης.

καὶ ὁρᾷς πῶς ἡ τριὰς [*](2 vgl. Luk. 1, 76 – 5 Matth. 3, 14 – 6 Matth. 3, 15 – 8 – 11 Joh. 1, 32; Matth. 3, 16f – 11ff vgl. Ancoratus c. 81, 7; I 102, 6ff – 13 Matth. 3, 17) [*](M U) [*](3 τοῦ1 <Μ 8 [ὅτι] * 15 περιστερᾶς + τὸ πνεῦμα U 16 πνεῦμα + τὸ ἅγιον U | <σῶμα> * 21 αὐτοῦ Μ 22 ὁ <Μ | θεὸς λόγος] ὁ θεὸς U | ἐνανθρωπήσας *] ἐνηνθρώπησε M U 24 ὀρθὸν <U 24ff διανοούμενος Μ 25 συναλειφῆ Μ συναλιφὴν U 26 τοῦ πνεύματος τοῦ ἁγίου U 27 vor ἐν εἴδει + καὶ Μ)

395
ἀριθμεῖται, πατρὸς ἄνωθεν βοῶντος, υἱοῦ δὲ ἐν Ἰορδάνῃ βαπτιζομέ.

νου, πνεύματος δὲ ἁγίου ἐν εἴδει περιστερᾶς ἐπιφοιτῶντος; λέγε δέ μοι τίς ἐστιν ὁ εἰρηκώς »ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηύδόκησαα, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσομαι τὸ πνεπῦμά μου ἐπ᾿ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἐν πλατείαις ἡ φωνὴ αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν« καὶ τὰ ἑξῆς.

μὴ δὴ ταῦτα δυνατὰ ἔχειν ἔμφασιν τριάδος, ὦ φιλόνεικε; ἆρα περὶ ἑαυτοῦ ὁ πατὴρ τὰ τοσαῦτα ἐν τῷ προφήτῃ διεξῆλθε;

τίς δέ ἐστι περὶ οὖ γέγραπται »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου«; καὶ οὐκ εἶπεν »εἴσελθε εἰς ἐμέ«.

ἢ πάλιν πῶς λέγει τὸ εὐαγγέλιον »καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἔρχεται κρῖναι ζῶντας.

καὶ νεκρούς«; ἢ πάλιν πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν ἐσθήσει λευκαῖς πεφηνότες, πρὸς τοὺς μαθητὰς εἰπόντες »ἄνδρες Γαλιγαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὖτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν ἀνληφθεὶς οὕτως ἐλεύσεται ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον«;

τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν »ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ;« σὺ δέ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων γραφῶν σεαυτὸν μᾶλλον ἔβλαψας καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ θεοῦ ἀληθείας.