Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4 Ἀεὶ γὰρ τὸ πνεῦμα σὺν πατρὶ καὶ υἱῷ, οὐ συνάδελφον πατρὶ οὐ γεννητὸν οὐ κατιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, [ἐκ] τῆς αὐτῆς θεότητος,

ἐκ πατρὸς καὶ υἱοῦ, σὺν πατρὶ καὶ υἱῷ, ἐνυπόστατον ἀεὶ πνεῦμα ἅγιον, πνεῦμα θεῖον πνεῦμα δόξης πνεῦμα Χριστοῦ πνεῦμα πατρός, (»πὸ γὰρ πνεῦμα τοῦ πατρός, <φησί,> τὸ λαλοῦν ἐν ὑμῖν« καί »τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν«), τρίτον τῇ ὀνομασίᾳ ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ πατέρα καὶ υἱόν, σύνδεσμος τῆς τριάδος, ἐπισφραγὶς τῆςν ὀμολογίας.

ὁ γὰρ υἱός φησιν »ἐγὼ καὶ ὁ πατήρ, [*](5ff vgl. Ancoratus c. 7, 2; I 13, 22ff — 10ff vgl. Ancoratus c. 7, 7ff; I 14, 14ff — 19ff vgl. Ancoratus c. 7, 8; I 14, 19ff — 24 Matth. 10 20 — 25 Hagg. 2, 5 — 26ff vgl. Ancoratus c. 7, 1; I 13, 17ff — 28 Joh. 10 30) [*](M U) [*](3 συναλείφη Μ συναλιφὴ U 4 ἀιδιότητος] ἰδιότητος Μ | τε<Μ 6 θεότης, μία <Μ 7 δοξολογία οὖσα U | τριὰς ἀριθμουμένη] τρισαριθμουμένη Μ 8 ὠνόμασι Μ 9 δὲ < U 14 διαλείπων *] διαλιπὼν ΜU | nach συνυπάρχων wiederholt πατρὶ Μ 17 εἶς *] εἰ VM 20 ἔγγονον U 22 [ἐκ] * 24 nach δόξης wiederholt πνεῦμα ἄγιον Μ 24f τὸ γὰρ πνεῦμα τοῦ πατός <Μ 25 <φησί>* 27 ἀλλοιωμένον u. + τί ἆρα Μ)

393
<οἱ δύο> ἕν ἐσμεν«· καὶ οὐκ εἶπεν »εἶς εἰμι«, ἀλλὰ τῷ »ἐγώ« καὶ τῷ »ὁ πατήρ« σγμαίνει ἐνυπόστατον τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱόν· καί »οἱ δύο« εἶπε, καὶ οὐκ εἶπεν »ὁ εἶς«· καὶ πάλιν »ἔν ἐσμεν«, καὶ οὐκ εἶπεν »εἶς εἰμι«.

ὡσαύτως δὲ »ἀπελθόντες, <φησί>, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«. μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ »καί« ἐλἐγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέροντα ·

ὅπου γὰρ »καί« <τίθεται>, σημαίνει ἀληθῶς πατέρα, | ἀληθῶς υἱόν, ἀληθῶς ἄγιον πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ τριὰς καὶ ἐν ἑνὶ ὀνόματι τριὰς καλουμένη, ἐλἐγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοἰωσιν ἢ παραλλαγήν.

κἂν τε γὰρ ὁ πατὴρ μέζων παρὰ υἱοῦ δοξάζοντος αὐτὸν ἀπαγγέλλεται, πρεπωδεστάτως τῷ υἱῷ τὴν <ἴσην> δόξαν περιποιεῖται. τίνι γὰρ ἔπρεπε δοξάζειν <τὸν> ἴδιον πατέρα ἀλλὰ τῷ γνησίῳ υἱῷ;

ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἴνα μὴ ἐκπέσωσί τινες ἦσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν »ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ« καί »πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι«. τί δέ ἐστι »τὰ τοῦ πατρός« ἀλλά· »θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστιν«;