Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ᾿ αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας.

καὶ ὅτι μὲν ἀληθῶς εἶς ἐστι θεὸς καὶ οὐκ ἔστιν ἔτερος, σαφῶς ἐν τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα, ἀλλὰ μοναρχίαν κηρύττομεν.

μοναρχίαν δὲ κηρύττοντες οὐ σφαλλόμεθα, ἀλλά ὁμολογοῦμεν τὴν τριάδα, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι, καὶ μίαν θεότητα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

οὐ γὰρ ὁ υἱὸς ἑαυτὸν ἐγέννησεν οὐδὲ ὁ πατὴρ μεταβέβληται ἀπὸ τοῦ πατὴρ εἶναι <εἰς τὸ εἶναι> υἱὸς οὐδὲ τὸ ἅγιον πνεῦμα Χριστὸν ἑαυτό ποτε ὠνόμασεν, ἀλλὰ πνεῦμα Χριστοῦ καὶ [*](2 Joh. 10, 38. 30 — 7ff vgl. Hippolyt refut. V 7, 8f; S. 18ff Wendland εἶναι δέ φασι τὴν ψυχὴν δυσεύρετον πάνυ καὶ δυσκατανόητον· οὐ γὰρ μένει ἐπὶ σχήματος οὐδὲ μορφῆς τῆς αὐτῆς πάντοτε οὐδὲ πάθους ἑνός, ἵνα τις αὐτὴν ἢ τύπῳ εἴπῃ ἢ οὐσίᾳ καταλήψεται. τὰς δὲ ἐξαλλαγὰς ταύτας τὰς ποικίλας ἐν τῷ ἐπιγραφομένῳ κατ᾿ Αἰγυπτίους εὐγγελίῳ κειμένας ἔχουσιν) [*](M U) [*](1 * etwa <παρατρέποντες> * | [δὲ)* 5 lies κατ᾿ Αἰγυπτίους? * 6 ὥς *] ὦ Μ U | τούτῳ] τὸ U | ἐπέθεντο + τοῦτο U 10 ἀφελεστάτων U 11 πρώτην <U | πτύρσιν] πεῦσιν U 15 καὶ1 < Μ | [καὶ εὑρίσκεται—θεὸν]* 16 [τὸ] * 24 καὶ <U 26 vor εἶναι + τοῦ U | <εἰς τὸ τἶναι >* 27 ἑαυτὸν U | πώποτε U 27f καὶ διὰ Χριστοῦ <Μ)

392
διὰ Χριστοῦ διδόμενον, ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον.

ἐνυπόστατος ὁ πατήρ, ἐνυπόστατος ὁ υἱός, ἐνυπόστατον τὸ ἄγιον πνεπυμα. ἀλλὰ οὐ συναλοιφὴ ἡ τριάς, ὡς ὁ Σαβέλλιος | ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀιδιότητός τε καὶ δόξης, ὡς ὁ Ἅρειος κενοφωνῶν ἐδογμάτισεν,

ἀλλ᾿ ἀεὶ μὲν ἦν ἡ τριὰς τριὰς καὶ οὐδέποτε ἡ τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης μία κυριότης μία οὖσα δοξολογία, ἀλλὰ τριὰς ἀριθμουμένη, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις·

οὐδὲν δὲ παρηλλαγμένον, πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὤν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, ὤν πατρί,

οὐκ ἀρξάμενος τοῦ εἶναι οὐδὲ διαλείπων ποτέ, ἀεὶ δὲ υἱὸς γνήσιος πατρὶ συνυπάρχων, ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἶς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.