Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης, λέξεσι δέ τισιν αἶς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαυ αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν.

πρῶτον μὲν τῷ ῥητῷ ᾦ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ὄτι »ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἶς ἐστιν«, »οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους«, »οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι«, ὄτι »ἐγὼ θεὸς πρῶτος καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστιν ἕτερος«·

καὶ ὅσα τοιαῦτα *, κατὰ τὸν [*](5ff vgl. Justin. dial. c. 128, 5; S. 432 Otto ἄτμτον δὲ καὶ ἀχώριστον τοῦ πατρὸς ταύτην τὴν δύναμιν ὑπάρχειν, ὅνπερ τρόπον τὸ τοῦ ἡλίου φασὶ φῶς ἐπὶ γῆς εἶναι ἄτμητον καὶ ἀχώριστον ὄντος τοῦ ἡλίου ἐν τῷ οὐρανῷ· καὶ ὄταν δύσῃ, συναποφέρεται τὸ φῶς. οὔτως ὁ πατὴρ ὄταν βούλται λέγουσι δύναμιν αὐτοῦ προπηδᾶν ποιεῖ καὶ ὄταν βούληται, πάλιν ἀναστέλλει εἰς ἑαυτόν — 9ff vgl. Athenagoras leg. c. 10; S. 11, 16ff Schwartz τὸ . . . πνεῦμα ἀπόρροιαν εἶναί φαμεν τοῦ θεοῦ, ἀπορρέον καὶ ἐπαναφερόμενον ὡς ἀκτῖνα ἡλίου — 17 Deut. 6, 4 — 18 Exod. 20, 3f — 19 psal. 80, 10 — Jes. 44, 6) [*](M U) [*](1 δὲ ἔχοντι <Μ | δὲ2 hinter φωτιστικὸν U 4 πάσης τῆς U 6f τῆς οἰκονομίας τῆς εὐαγγελικῆς U 7 ἀναληφθῆναι *] ἀναληφθέντα δὲ Μ U 8f ὤσπερ . . . πεμφθείσης ἀκτῖνος . . . ἀναδραμούσης] ὡς . . . πεμφθεῖσαν ἀκτῖνα . . . ἀναδραμοῦσαν U 10 καθάπαξ] καθεξῆς U 11 — 13 θάλπειν τε — δογματίζουσι <Μ 14f παλαιαῖς καὶ νέαις διαθήκαις Μ 15 τισιν + <ἐπερειδόμενοι>?* 18 κύριος <Μ 19 vor ὅτι + καὶ Μ | vor πρῶτος + ὁ U 19f vor μετὰ ταῦτα + ὁ U 20 vor ἔτερος + θεὸς U | τοιαῦτα] ἔτερα U | * <εὑρίσκουσιν> *)

391
ἴδιον αὐτῶν νοῦν * εἰς τούτων [δὲ] παράστασιν φέρουσι. πάλιν ἀπὸ τοῦ εὐαγγελίου, ὅτι »ἐγὼ ἐν τῷ πατρὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἔν ἐσμεν«.

Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν ἔχουσιν ἐξ ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αἰγυπτίου εὐαγγελίου, ὥς τινες τούτῳ ὄνομα ἐπέθεντο.

ἐν αὐτῷ γὰρ πολλὰ [*](P 516 Ö214) τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς μαθηταῖς τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶοναι υἱόν, τὸν αὐτὸν εἶναι ὅγιον πνεῦμα.

εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστέρων ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων γραφῶν γινωσκόντων, τὴν πρώτην πτύρσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· τί ἄν εἴπωμεν, ὦ οὖτοι, ἕνα θεὸν ἔχομεν ἢ τρεῖς θεούς;

ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν καὶ μὴ τὰ τέλεια τῆς ἀληθείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς συγκατατίθεται τῇ ἐκείνων πλάνῃ [καὶ εὑρίσκεται ἀρνούμενος τὸν θεὸν] καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι υἱὸν καὶ [τὸ] ἅγιον πνεῦμα.