Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Οὕτως οἶδεν ἡ ἐκκλησία κηρύττειν, ταῦτα τὰ φάρμακα τῆς ἰάσεως, ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας, αὕτη ἡ κατασκευὴ τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι·

αὕτη ἡ τοῦ θεοῦ πραγματεία, πάντα συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορφύραν μὲν ἀπὸ θαλάσσης καὶ ἔριον ἀπὸ προβάτου καὶ λίνον ἐκ γῆς καὶ βύσσον καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ

ὁμοτίμους ὄντας, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον καὶ ξύλα ἄσηπτα καὶ χαλκὸν καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη.

και αὕτη μὲν ἦν τότε ἡ σκηνή, νῦν δὲ <ἀντὶ> τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν θεῷ, θεμελιούμενος δὲ ἐν δυνάμιε *. καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπεγειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα.

Καὶ ἕως ὧδε ταῦτα ἐχέτω. τὴν γαῦρον δὲ ταύτην ἔχιδναν, δίκην ἀκοντίου τοῦ καλουμένου ἢ τύφλωπος ἢ μυάγρου, ξύλῳ τῷ σταυροῦ πεπαικότες καὶ καταλείψαντες, ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρ- [*](2ff vgl. Ancyra can. 19 ὅσοι παρθενίαν ἐπαγγελλόμενοι ἀθετοῦσι τὴν ἐπαγγελίαν, τὸν τῶν διγάμων ὅρον ἐκπληρούτωσαν Basilius ep. 217 can. 60; Migne 32, 797 C ἡ παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας τὸν χρόνον τοῦ ἐπὶ μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ᾿ ἑαυτὴν ζωῆς πληρώσει. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων — 13ff vgl. Exod. 25, 3 — 6) [*](M U) [*](2 ἁμαρτίαν μίαν U | τὸν < U 3 ἑαυτῶ λαβεῖν U | παρθενίας + <ἐκπεσόντα>? * 6 [καὶ] Corn. 7 ἐπιφερομένοις *] ἐπιφερομένης M U 11 δὲ < Μ 13 πάντας U 16 vor τὸν μαργαρίτην + καὶ U 17 διαλάττοντας U 20 <ἀντὶ> * | [ὁ]? oder οἶκος + <τῆς ἐκκλησίας>? * | θεμελιούμενος *] θέμενος Μ θεμέλιος 21 ἐν δυνάμει] ἐνδύμασι Μ | * etwa <τῆς ἀληθείας> * 24 σταυροῦ Corn.] + (mißverstanden für Xριστοῦ?) Μ σταυρῶ U)

389
πρτώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ καὶ τῷ γαυράματι καὶ τῇ ἀκοντιάσει διὰ τὴν αὐτῶν ἐπεντριβὴν τούτοις καλῶς ἀπεικασθέντα, περιφρονήσαντες [*](Ρ 513) τῶν αὐτῶν ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὤ ἀγαπητοί.