Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἀλλ᾿ ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν καὶ Παμφυλίαν.

τί οὖν; ἆρα ἐκκόπτεται ἡ ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄρχι γῆς περάτων; καὶ οὐκέτι <στήσεται ὅτι> »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν«; οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον στήσεται τό »ἔσεσθέ μοι μάρτυρες ἄχρι ἐσχάτου τῆς γῆς;«

εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνότητι ὁ γάμος καὶ κατὰ θεὸν ὁ γάμος καὶ ζωὴν ἔχων ὀ γάμος, * γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον. εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι.

καίτοι γε ὄντες ἀπὸ γάμον. οὐ βέβηλος ὁ γάμος, διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθήσεταί ποτε ἐν κόσμῳ.

καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων πλάνη, διὰ ποικιλίας καὶ διὰ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας.