Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν.

ἤτοι γὰρ παρὰ τὸ τινὰς ὐπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν) ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι (οὐδὲ τοῦτο διαβεβαιοῦμαι), ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος.