Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. ἀλλὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· »τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τὸ ἅγιον πνεῦμα; οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ θεῷ«, διότι ἐκ θεοῦ τὸ πνεῦμα καὶ οὐκ ἀλλότριον θεοῦ.

ἀλλὰ καὶ ἐνταῦθα στερεὰ πέτρα οἰκοδομὴς καὶ θεμέλις οἴκου θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ἐπιστρέψαντα εὑρεθέντα τε ὑπὸ κυρίου καταξιωθῆναι πάλιν ἀκοῦσαι »ποίμαινε τὰ ἀρνία μου καὶ ποίμαινε τὰ πρόβατά μου«.

ὁ γὰρ Χριστὸς ταῦτα λέγων εἰς ἐπιστροφὴν ἡμᾶς ἤγαγε μετανοίας, ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ ευθεμελίωτος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ.