Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3 Ἔπειτα δὲ οἱ αὺτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες καὶ ἄλλα τινὰ ἐφηύραντο. καὶ γὰρ καὶ αὐτοὶ τὴν αὐτήν, ἣν καὶ ἡμεῖς κεκττήμεθα, πίστιν λέγουσιν ἔχειν· οὖτοι δὲ οὐ βούλονται διγάμοις κοινωνεῖν. εἰ γάρ τις μετὰ τὸ βάπτισμα συμναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι.

καὶ τὸ πᾶν ἐστιν ἠλίθιον, ὡς γὰρ εἴ τις θεάσαιτό τινα νηχόμενον ἐν ὕδατι καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως ἑαυτὸν ἔκδοτον τοῖς ὔδασι δᾠη καὶ ὑποβρύχιος γένηται, μὴ ἔμπειρος ὢν μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσπορίζομένων τὴν ἐπιστήμην, νομίζων δὲ ἁπλῶς τὸ ὔδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα των ἰδίων χειρῶν·

ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τοὺς δρῶντας φαυλότητος <ἔργα> ἄχρι καὶ ἐλαχίστων καὶ νομίζοι μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου οὕτως καὶ ἐπὶ τοῦ διαβάλλοντος τὸν πέλας ἢ * μαχεσαμένου·

ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντος τὴν ἐξουσίαν κατὰ ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν ἢ κατὰ γοήτων καὶ βλασφήμων ἢ ἀκαθοσιώτων, νομίζῃ δὲ τοὺς ἅπαντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην, θεασάμενός τε δίκην δόντας ἀνθρώπους καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσῃ ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάςων, ἁλοὺς δὲ οὖτος αὐτὸς δίκην δώσει,

μὴ εἰληφὼς παρὰ βασιλέως ἐξουσίαν τῶν τοιούτων καὶ ὅτι τὴν ἴσην ἐνόμιζεν κατὰ πάντων ἐξίέναι ψῆφον ἀπὸ τῆς δίκης τῶν νό- [*](9 vgl. haer. 48, 9, 7; II231,19ff Nicäa can. 8 Socrates h. e. V 22; Migne 67, 641 A) [*](M U) [*](1 παραπεσὼν Μ 3 μετὰ Pet.] εἰς Μ U 4 <τὴν μεταμέλειαν> *, vgl. S. 364, 14 | vor κατὰ + τὰ Μ 8 καὶ2 <U | ἣν καὶ ἡμεῖς <M 9 πίστιν + ἣν Μ | διγάμοις] διδαγμοῖς U 10 ἐπικοινωνεῖν U 12 θεάσηται U 14 ἔμπειρος] ἐν πείρα U 15f νομίζων *] νομίζει MU 17 τιμωροῦντας Μ | τοὺς + τι 18 φαυλότητος <ἔργα> *] φαυλότητος Μ τὰ τῆς φαυλότητος U 20 * <κακῶς> 23 πάντας U 24 τε *] δὲ MU 26 οὖτος] ὁ τοιοῦτος U 27 τῶν τοιούτων ist neutr. = zu Derartigem | καὶ ὅτι] διότι Μ 28 ἐνόπμιζον Μ)

367
μων, ἑαυτὸν [δὲ] ἐν τῇ ἀδικίᾳ τῆς ἰδίας ἀπειρίας καὶ ἀπαρακολουθησίας ἔκδοτον ἀπωλείας παρασκεύάσας, —

οὕτω καὶ οὖτοι τὰ πάντων ὁμοῦ μίξαντες ἐκ πάντων ἐξέπεσαν καὶ μὴ νούσαντες τὰ ἀκριβῆ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτράπησαν, οὐκ εἰδότες ὅτι οὐκ αὐτὴ ἐστὶν Ἠ τῆς θείας γραφῆς παράδοσίς τε καὶ ἀκολουθία.