Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων. εἰ μὲν γὰρ τὸ ἐν τῷ εὐαγγελίῳ βούλονται πληροῦν τό »ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ, συμφέρει γάρ σοι εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν ἢ χωλὸν ἢ τυφλὸν ἢ κυλλόν«, πῶς δύναται ἐν βασιλείᾳ τινὰ εἶναι ἠκρωτηριασμένον;

εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται καὶ οὐδ’ ὁπότερον αὐτῶν καταλειφθήσεται.

καὶ εἰ ὅλως τὶ μέλος οὐκ ἐγείρεται, οὐδὲ τὸ πᾶν σῶμα ἀναστήσεται. καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλίζον αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲ ὅλως ἀναστήσεται οὐδὲ ὁπότερον τῶν μελῶν· πάντα γὰρ ἡμᾶς ἐσκανδάλισεν.

τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; »ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια«. τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν;

εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσεχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων;

εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γάρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι; ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ;

εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται καὶ οὐχ ἥμαρτεν· τμηθὲν δὲ καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ ἔδει πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρτῆσαν.