Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Ἤ γὰρ πάλιν λέγει »ἵνα ὦσιν ἕν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;« ἀεὶ γὰρ ἠ γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεισ τῶν ἀνθρώπων ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀληθείως ὁδόν.

καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶται τοῦ πατρὸς τὸν υἱόν, φημὶ δὲ ὡς ὁ Ἄρειος νομέζει καὶ ἄλλαι αἱρέσεις, λέγει »ἐγὼ καὶ ὁ παρτὴρ ἕν ἐσμεν«·

πρὸς δὲ τοὺς νομίζοντας τὸν αὐτὸν εἶναλ πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν διὰ τὸ εἰρηκέναι »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, λέγει »ποίησον αὐτοὺς ἵνα ὦσιν ἕνκαθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν«, ἵνα καταισχύνῃ Νόητον καὶ τὴν αὐτοῦ σχολήν, παραγαγὼν εἰς μέσον τὴν τῶν μαθητῶν ἕνωσιν.

πῶς γὰρ ἠδύνατο Πέρος καὶ Ἰωάννης καὶ οἱ καθεξῆς εἶναι ἕν ὡς κατὰ συναλοιφήν; ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος καὶ ἐν μιᾷ γνώμῃ καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον [*](1 Joh. 20, 17 — 4 Joh. 17, 22 — 5 ff vgl. Hippolyt c. Noët. 7; S. 48, 27 ff Lagarde ἐὰν δὲ λέγῃ· αὐτὸς εἶπεν »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, ἐφιστανέτω τὸν νοῦν καὶ μανθανέτω ὅτι οὐκ εἶπεν ὅτι ἐγὼ καὶ ὁ πατὴρ ἑν εἰμι, ἀλλὰ ἕν ἐσμεν. τὸ γὰρ »ἐσμὲν« οὐκ ἐφ᾿ ἑνὸς λέγεται ἀλλ᾿ ἐπὶ δύο· <τοιγαροῦν δύο Jül.> πρόσωπα ἔδειξεν, δύναμιν δὲ μίαν. αὐτὸς δὲ αὐτὸ ἐπέλυσεν εἰπών περὶ μαθητῶν πρὸς τὸν πατέρα »τὴν δόξαν, ἥν ἔδωκάς μοι, ἔδωκα αὐτρῖς ἵνα ὦσιν ἕν καθὼς ἡμεῖς ἕν. ἐγὼ ἐν αὐτοῖς καὶ σὐ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σὺ μὲ ἀπέστειλας«. τί πρὸς ταῦτα ἔχουσι λέγειν οἱ Νοητιανοί; μὴ πάντες ἕν σῶμά ἐσμεν κατὰ τὴν οὐσίαν, ἤ τῇ δυνάμει καὶ τῇ διαθέσει τῆς ὁμοφρονίας ἕν γινόμεθα; τὸν αὐτὸν δὴ τρόπον ὁ παῖς ὁ πεμφθεὶς καὶ ὑπ᾿ αὐτῶν μὴ γινωσκόμενος ὄντων ἐν κόσμῳ, ὡμολόγησεν εἶναι ἐν τῷ πατρὶ δυνάμει <καὶ> διαθἐσει. εἷς γὰρ νοῦς πατρός, ὁ παῖς — 9 Joh. 10, 30 — 11 vgl. Joh. 17, 21 f) [*](M U) [*](1 ἴδιον] ἀΐδιον Μ | * <φαίνεται καὶ> * 2 ἀπήει U 4 ἤ < U | πάλιν γὰρ U | λέγειν Μ 6 συνάγει] συλλέγει Μ 8 τὸν υἱὸν τοῦ πατρὸς U | ὁ < U 10 τὸν 1 < U; dafür εἶναι + τὸν U 12 κἀγὼ] ἐγὼ U 14f συναλοιφὴν *] συναλειφὴν Μ συναλιφὴν U)

357
τῆς ἀληθείας ἐπανισταμένην *·

* Φίλιππος [δὲ] ὁ ἅγιος ἀπόστολος φάσκων ὅτι »δεῖξον ἡμῖν τὸν πατέρα σου«. ὁ δὲ εἶπεν »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«, καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ πατήρ«,

ἀλλὰ τῷ »ἐμέ« σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ »ἑώρακε τὸν πατέρα«, οὐχ ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό »τὸν πατέρα« καὶ ἄλλο τό »ἐμέ« καὶ ἄλλο <τό> »ἐγώ«, καὶ ἕτερον τό »ἐμέ«.

εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν »ἐγώ εἰμι«· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα«, ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλλοτριοῦσαν.

Διὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης <ἐνταῦθα> λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἴρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακέτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες <τε> ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας,

ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν.

[*](1 ff vgl. Hippolyt c. Noët. 7; S. 49, 11 ff Lagarde εἰ δὲ καὶ Φίλιππον ἐπερωτᾶν περὶ πατρὸς βούλοιντο λέγειν . . . καὶ θέλουσι λέγειν διὰ τούτου κρατύνεσθαι τὸ δόγμα αὐτῶν ὁμολογοῦντος αὐτοῦ ἑαυτὸν πατέρα, γνώτωσαν ὅτι μέγιστον ἑαυτοῖς ἐναντίωμα ἐπιφέρουσιν ὑπ᾿ αὐτοῦ τοῦ ῥητοῦ ἐλεγχόμενοι. τοῦ γὰρ Χριστοῦ ἑαυτὸν ἐν πᾶσιν υἱὸν εἰπόντος καὶ δείξαντος οὐκ ἐπέγνωσαν οὐδὲ καταλαβέσθαι ἤ ἀτενίσαι τὴν δύναμιν ἐδυνήθησαν. καὶ τοῦτο μὴ χωρήσας Φίλιππος καθ᾿ ὅ ἦν ἰδεῖν τὸν πατέρα ἠξίου βλέπειν, πρὸς ὅν ὁ κύριος ἔφη (Joh. 14, 9). τουτέστιν εἰ ἐμὲ ἑώρακας, δι᾿ ἐμοῦ τὸν πατέρα γνῶναι δύνῃ. διὰ γὰρ τῆς εἰκόνος ὁμοίας τυγχανούσης εὔγνωστος ὁ πατὴρ γινεται. εἰ δὲ τὴν εἰκόνα ἥτις ἐστὶν ὁ υἰὸς οὐκ ἔγνως, πῶς ἰδεῖν θέλεις τὸν πατέρα; — 2 Joh. 14. 8 — Joh. 14, 9)[*](M U)[*](1 *· * etwa <οὕτως ἐσήμανεν· μαρτυρεῖ δὲ καὶ>* |[δὲ]* 4 τῷ 1 * ]τὸ MU | σημαίνων *] σημαίνοντα ΜU | ἔλεγεν *] λέγων ΜU | τῷ δὲ *] τὸ τὲ ΜU 5 ἔλεγεν *] λέγων ΜU | πατέρα < U | τό 2 < Μ 6 <τό> * |αὐτὸς ὁ *] ὁ αὐτὸς ΜU 8 ὁ ἑωρακὼς ἐμὲ U 9f ἀλλοτριοῦσαν U 12 <ἐνταῦθα> λήξωμεν *] νήψωμεν Μ < U 16 ἐκκλίναντες] καὶ κλίναντες Μ | <τε> * | τῆς 1 < U | αὐτοῦ2] ἑαυτοῦ u. + τε U | vor μοχθηρίας + καὶ U | μοχθηρᾶς Μ 17 τοῦ < U)
358