Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε·

τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ γεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται.

πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται [*](1f II Kor. 10,5 – 6 vgl. Tit. 3,5 – 23 Hebr. 7,6) [*](M U) [*](1 ἤμελλεν U | τοῦ Ἀβραὰν <U | ἡ <Μ 2 τοῦ θεοῦ + διὰ τῆς γνώσεως U | ταπεινωθῇ] καθαίροιτο U 3 περὶ ἱερωσύνης U 4 θεοῦ <U 4–6 τῇ μὴ—παλιγγενεσίας <U 8 πάλιν εἶναι] lies παλαιωθῆναι?* 10 τῆ γραφῆ Μ 11 ἑπτὰ] ἑβδόμης U 12 τῆς περιτομῆς <U 13 ἐπιμένειν] ἵστασθαι U | τάγμα <U | μετατιθεμένης U | γὰρ] δὲ U 14 ἱερωσύνης U | ἥτις Ausgg.] εἴ τις Μ ὅπερ U 15f τῆς—παρουσίας] χριστοῦ U 19 τρίτον Μ 19–21 τοῦ οὐκ—ἱερατεύσαντος <U 22 θεοῦ <U 23 δηλώσει <U | γὰρ *] δὲ Μ <U 24 οὖν ὅτι <M 25 ἐξ ἄλλων δὲ γενεαλογεῖται <U 27 vor ἐν πάσαις + καί, dafür <γὰρ U)

328
τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν.

εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ᾿ εἱρμὸν ὑφηγήσομαι οὕτως·

Ἠλίας ὁ Θελσβίτης ἀδελφὸς γέγονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν κλαὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοὺ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβ τοῦ Ἀμορία, Ἀμορίας υἱὸς [τοῦ Ἀμορία] τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοῦ Ἀαζία, Ἀζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζρ υἱὸς τοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰμ τοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ.

ἐν δὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑποθέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μιχὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν.

τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἹ περ Σεδρὰχ Μισὰκ Ἀβοδεναγώ, φαντάσουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ [*](3 sonst nicht bezeugt – 4ff vgl. vit. prophet. bei Schermann TU XXXI 3 S. 109 Ἠλίας ὁ προφήτης . . . ἐκ φυλῆς Ἀρὼν S. 111 e tribu Levi. Der von Epiph. angegebene Stammbaum sonst nicht bezeugt. Eine andere Form der jüdischen Legende bei Origenes in Joh. V1 83; S. 123, 19ff Preuschen οὐκ οἶδα πόθεν κινούμενοι οἱ Ἑβραῖοι παραδιδόασι Φινεές, τὸ Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείνατα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν καὶ τὸ ἀθάνατον ἐν τοῖς Ἀριθμοῖ α᾿αὐτῷ διὰ τῆς ὀνομαζομένης εἰρήνης ἐπηλγέλθαι, vgl. die rabbinischen Stellen bei Ginzberg, Die Haggada bei den Kirchenvätern S. 76ff – 6 zu Ἰωδὲ vgl. II Κön. 11, 4 – 7ff vgl. I Chron. 6, 3ff – 14 gemeint ist I Chron. 6, 3ff) [*](M U) [*](1 ἢ αἱ] τε καὶ U | vor μὴ + καὶ Μ | διὰ] κατὰ U 3 γὰρ + <που>? * 4 εὕρομεν U 5 καὶ <U | οὑτος Μ 6 Ἰωδὰς Μ | δῆθεν *] δῆλον ΜU 7 Ἀχιμάαμ beide Male U | Σαδοὺκ, im ersten Fall U | δὲ3 <M 8 Ἀμωρία u. Ἀμωρίας U | [τοῦ Ἀμορία] * | ζαζᾶ im ersten Fall, zweites <U 9 Ἀζία beide Male U | υἱὸς2 <Μ 10 δῆλον δ᾿ ὅτι Μ | Ἀμράμ1] μαρμὰ Μ | zweites Ἀμρὰμ <Μ 11 Λευίν, im ersten Fall, zweites <M | Ἰακὼβν δὲ <Μ 12 μὲν + ἦν Μ | παῖδες Μ | τοῦ2 <Μ 13 ῥητοῖς U | οὐ πάνυ hinter τούτων Μ 16 οὔτε ἐν ἀποκρύφοις οὔτε ἐν παραδόσεσιν U | τοὺς πατέρας <U | εὕρομεν U 17 Σεδρὰχ + λέγω u. Mισὰκ Ἀβδεναγὼ <U 17f φαωτασιάσουσιν U)

329
μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμενοι;

ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκοδομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦἠσφάλισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις.