Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Eἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι »καὶ Ἠσαΐας περί αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, οὔτως εἰπών· ὄτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνήδης.

ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὔτως εἶπεν »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὔτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη«.

εἶτά φησιν »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὄτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ«, καὶ οὐκ εἶπεν »αἴρεται ἡ ζωὴ <ἀπ᾿> αὐτοῦ«, ἀλλά »ἀπὸ ἀνθρώπων«.

ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ᾿ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ᾿ ἑαυτοῦ ζωὴ ὤν. »ζῶν γὰρ ὁ Λόγος« καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ᾿ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;«

*. εἰ ἦνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις. ἐπειδὴ δλε ἐστι πρὸ τοῦ Δαυὶδ <καὶ> πρὸ τοῦ Ἀβραάμ, —

»Άβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη«· εἶτα αὐτῶν θαυμαζόντων καὶ λεγόντων »πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραᾶμ ἑώρακας;«, ἐλέγχων Θεόδοδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι«.

ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶς καὶ πρὸ Ἀδᾶμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, —

διὸ καὶ ἄφραστος καταγγέλλεται ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαΐου ὄτι »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὄτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ ἡ ζωὴ αὐτοῦ«.

Ἀλλά φησιν, »εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον«.

ἐλέγχῃ δὲ πάλιν, Θεόδοτε, ὅτι πάλιν οἱ αὐτοὶ ἀπόστολοι ἐν ταῖς αὐταῖς Πρά- [*](2 Jes. 53, 3 — 5 Jes. 53, 7. 8a — Jes. 53, 8b — 13 Hebr. 4, 12 — 17 Joh. 8, 56 (eingemischt Matth. 13, 17) — 19 Joh. 8, 57 — 21 Joh. 8, 58 — 25 Jes. 53, 8b — 27 Act. 2, 22) [*](M U) [*](1 πάλιν φησὶ U | φασὶ Μ 2 φησὶν Μ | ὄτι <U 4 ἀλλ᾿ U 5 αὐταῖς] ταύταις Μ | Ἡασΐου Μ 9 ἀπὸ + τῆς γῆς τῶν U 9f καὶ οὐκ — αὐτοῦ<Μ 10 <ἀπ᾿>* | ἐστιν < U 11 τε < U | ἀφ᾿] ἐφ᾿ U 12 * <ζῇ δὲ ὡς θεός> * 13 γὰρ ὁ <Μ 15 * etwa <ἀδύνατον πληροῦσθαι εἰς ἄνθρωπον>* 16 <καὶ> * 17 φησίν hinter μου (Z. 18)M 23f καὶ πρὸ πάντων τῶν κτισμάτων *] πρὸ παντὸς καὶ τῶν κτισμάτων ΜU 24 ἄχρονος ὤν διὸ καὶ] διὸ ἄχρονος ὤν καὶ U | ἀφράστως Μ 27 εἶπον U 29 οἱ αὐτοῦ U | αὐταῖς ταῖς U)

323
ξεσιν ἔφησαν, ὡς ὁ μακάριος Στέφανός φησιν »ἰδοὺ ὁρῶ τὸν οὐρανὸν ἀνεῳμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ«.