Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται <πρῶτος κηρῦξαι> τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν, ἔδει γὰρ τὸν ἐπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὸ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι »οὐκ ἦλθον καλέσαι δικαίου, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«, εἰς ὑπόδειγμα ἡμῆν τοῖς μέλλουσι σῴζεσθαι <ὁμοίως> τῷ ἐν τῷ τελωνείῳ ἀνάχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, <πρῶτον> παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾿ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.

μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῆ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου <δύνηται> κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται.

καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ᾿ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· »Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ« καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ μαρίας.

καὶ ἀπ᾿ ἀρχῆς τάττει λέγων »βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ«, εἶτά φησιν »υἱοῦ Ἀβραάμ«, εἶτα ἐλθὼν ἐπ᾿ αὐτὸ τὸ ζητούμενόν φῃσι »τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐξήτει ἀπολῦσαι αὐτὸν λάθρα.

καὶ ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ᾿ ὄναρ λέγων, μὴ ἀπολύσῆς τὴν γυναῖά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.

ἰδοὺ γάρ, γεννήσει υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν. καὶ τοῦτο, φησί, γέγονεν, [*](3 vg. Matth. 9,9f — 5 Matth. 9, 13 — 10f vg. Matth. 10, 1 — 15 vgl. haer. 29, 9, 4; I 332, 8ff haer. 30, 3, 7; I 337, 9ff — 17 Matth. 1, 2 — 19 Matth. 1, 1 — 21—S. 254, 9 Matth. 1, 18— 2, 2) [*](M U) [*](1 <πρῶτος κηρῦξαι> * 3 ὑποστρέψαντα Μ | τελωνίου Μ 3f καὶ ἀκολουθήσαντα < U 4 ἀκολουθήσαντι Μ | τοῦ γένους *] τῶ γένει M U 6 ὑμῖν Μ | τῶν μελλόντων U | <ὁμοίως> * 7 τελωνίω Μ | <πρῶτον> * 11 δαιμόνων U 13 <δύνηται> * | συναγγέλια Μ | σωθήσονται *] εὑρεθήσονται M U 14 τεθνηκόσιν U 15 αὐτὸς] οὗτος U 18 καὶ Ἰσαὰκ] Ἰσαὰκ δὲ U 19 τάττοι Μ 23 εὑρέθη U 26 γεννηθὲν < U | ἁγίου ἐστιν Μ 27 οὕτως U 28 τῶν < U)

254
ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἴξει, καὶ τὰ ἑξῆς.

καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἔως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ«.

ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα;

ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῂ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα »πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;« καὶ ἡ μετὰ ἀκριβείας καθρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;«