Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

31. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι »ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ«, ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ᾿ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον.

φάσκει γὰρ ὅτι »λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον ἄμωμον ἄρσεν (ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος) ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατερτηρμένον ἅχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καῖ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέραςα καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν«.

καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ.

εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἰ ἄλλοι.

οὕτως γὰρ φάσκει ὁ νόμος »ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ᾿ ἀρχῆς δράγματος τοῦ βαλεῖν δρέπανον ἐπ᾿ ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν κυρίου«, σημαίνων περὶ Πεντηκοστῆς.

μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης

καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ᾿ [*](4 vgl. Hebr. 1,1 — 5 Luk. 6,1; zu der Auseinandersetzung über σάββατον πρῶτον und δεύτρον vgl. haer. 30,32,4ff; I 377, 27ff — 9ff Ex. 12,5.6. 14. 15. 16 — 21 Deut. 16,9 Lev. 23,15f) [*](M U) [*](1 ἀντίθετον U 2 ἐχόντων U 3 ὁ < Μ 4 μου *]μοι ΜU 6 τοῦ < U 7 κοσμοποιίαν Μ 8 [τοῦτο εἶναι πρῶτον] * 9 ὡρισάμενον Μ | ἑαυτῶ Μ 11f τεσσαρεσκαιδεκάτης δݲ Μ 13f ἑβδόμην—ἁγίαν] τῆ ἑβδόμην ἡμέρα ποιήσεις ἅγιον σάββατον ἡμέραν ἁγίαν U 15 πρῶτον < U | προβάτου Scaliger] προφήτου Μ προσαββάτου U 17 σαββάτων < 19 χρόνου] ἡμερῶν U 20 ὁ < Μ |οὕτω U 21 ἑαυτῶ Μ 21f δράχματος U 23 κυρίω U 27 προφερούσης *] προσφερούσης MU)

305
αὐτῆς ἐν τῇ ἀναστάσει <ἐκ> τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί·

τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω.

οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· »οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον.

καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτο φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον.

φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὠς μετὰ τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖταιὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες.