Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

23. Καὶ ὁρᾷς ὅτι τριακονταετής ἐστιν χρόνος. Διὸ ἐφιλοτιμησάμεθα τὰς καθεξῆς ὑπατείας ἀκριβῶς θέσθαι, εἰς τὸ τοὺς διερχομένους ἰδεῖν ὅτι οὐκ ἔστιν τι παραπεποιημένον ἐν τῷ θείῳ δόγματι τῆς ἀληθείας, ἀλλὰ μετὰ ἀκριβείας τὰ πάντα τῇ ἐκκλησίᾳ κεκήρυκται.

Τίς γὰρ ἀριθμήσας τὰς μὴ δυναμένας σφαλῆναι καθ᾿ εἱρμὸν ὑπατείας οὐ καταγνώσεται τῶν νομιζόντων διαφωνίαν εἶναι ἐν τῷ τῶν ἐτῶν [*](2 f die beiden Sexti u. Ppompeius Magnus. Apuleius sind in Wirklichkeit nur ein Paar, die Konsuln des Jahres 14 n. Chr.) [*](M U) [*](1 ι ݲ δ ݲ] ι ݲ ε ݲ Μ | Σιλουανοῦ U 2 nach Σιλανοῦ ohne Zahl angereiht τῶν δύο Σέξτων, dann ι ݲ ς ݲ Πομπηίου καὶ Ἀπουληίου Μ; Die im Text befolgte Zählung von U wird Durch das Chron. Pasch. Bestätigt 3 Πομπιίου U | Μάγνου < Μ 5 Λίβονος Μ 7 vor Δρούσου die Zahl κ ݲ α ݲ, aber trotzdem Z. 9 wieder κ ݲ α ݲ U | Δρούσσου Μ | Γερμανου < Μ 9 Γάλβου Μ 11 Δρούσσου Μ 12 Βάλβου U | 13 Πουλλίωνος U | Oὐέτερος] Οὐίκτορος Μ 14 Καθήγου U 15 Λεντούλλου Μ U 16 Γετουλλικοῦ U 17 Πείσωνος Πίσωνος + Δ ݲ (verlesen für Λ ݲ, die Zahl des nächsten Gliedes) M 18 λ ݲ < Μ, vgl. Zu Z. 17 | hinter Νερούα ohne Zahl angefügt Τῶν δύο Γεμινῶν Μ (als Zusatz erwiesen durch S. 292. 9 ff 293, 17 295, 13 299, 13: danach hat unsere Liste mit Silanus und Nerva aufgehört) 20 τὸ τοὺς] τόπους Μ 23 γὰρ < Μ)

292
ἀριθμῷ τῷ παρὰ τοῖς εὐαγγελισταῖς ᾀδομένῳ;

διὰ τοῦτο γὰρ καὶ ἔπεσον αἱ πρότρον περὶ Οὐαλεντῖνον καί τινας ἄλλους αἱρέσεις, αἱ μυθωδῶς ἀναγραψάμεναι τοὺς τριάκοντα αἰῶνας, οὓς ἐνόμισαν ἀπεικάζειν τοῖς τοῦ σωτῆρος ἔτεσιν, ἵνα δῆθεν δύνωνται τῶν παρ᾿ αὐτοῖς αἰώνων καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν.

εὑρίσκεται γὰρ ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου παρουσίας πάσχων ὁ μονογενὴς ἀπαθὴς ὢν ἄνωθεν θεὸς Λόγος, σάρκα δὲ < προσλαβὼν καἲ > ἀναδεξάμενος ὑπὲρ ἡμῶν παθεῖν, ἵνα τὸ τοῦ θανάτου καθ᾿ ἡμῶν χειρόγραφονλύςῃ.

μετ᾿ ἐκείνην γὰρ τὴν ὑπατείαν τὴν ἐντῷ τριακοστω ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, Λεγομένη τῶν δύο Γεμινῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος, Καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν < Ρούφου καὶ > Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου καλεῖσθαι Καὶ Λογγίνου Κασσίου, < ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν > ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων.

Καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν.