Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῶν οἱ τοιοῦτοι. ἐπιτρέπειται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν »ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν«, ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὕπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις.

ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραι- [*](10 Pron. 11, 15 — 13 Psal. 28, 9 — 15 Luk. 10, 19 — 23 Gen. 6, 14; vgl. Αugustin c. Faust. Manich. XII 14; Migne 42, 262) [*](M U) [*](1 εἴτ᾿ οὒν] ἤτουν Μ ἤτοι U 1f λιβανίτιδος U 2 τῆς3] τοῦ U 3 ἢ 10 < Μ 4 ἐν τῇ πείρᾳ τούτων γεγονότες *] ἐν συνηθεία γεγονότες τῆν πείρα τούτων Μ ἐν τῆ συνηθεία γεγονότες καὶ διὰ πείρας τούτων U 5 vor ἰοβόλων + καὶ U | τίκταμνον < U 8 λόγον θεὸν U 9f Σαλομῶν Μ 11 οὕτω Μ 12 πρὸς < Μ 14 * etwa <ἐκβάλλουσιν τὸ κήρυγμα περὶ τοῦ θεοῦ Λόγου> * | αὐτοῦ U 17 δώσασα Μ 18 ἀποστόλων + καὶ τῶν αὐτῶν λόγων Μ | vor εὐαγελιστῶν + τῶν Μ 19 <ὢν> * 21 ἰσχύουσιν U 24 τοῦ < Μ 26 ἡ < Μ | ἰσχύσει U 27 αὐτοὺς] τούτους U)

250
τοῦνται τούτου τὴν εὐωδίαν καὶ * τῆς ἀβροτόνου εἴτ᾿ οὖν λιβανωτίδος ἡ δύναμις, κατ᾿ αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ λωλεοῦ αὐτοῦ ἐκβλαστήσασα.

ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ ἀμφ᾿ αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ᾿ οὖν θάμνον, τὴν ἀποδιώξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα.

ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ᾿ ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύμετος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανημένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως τοῖς πειθομένοις ἀποκαλύψας θεοῦ τὸ φῶς τὸ ἐν τῇ ἁγίᾳ θεοῦ διδασκαλίᾳ.

ἀλλ᾿ ἕως πότε μηκύνω τὸν λόγον; καὶ γὰρ τῷ μὲν ὄντι ὅπου ἀναφύει ἡ ἀβρότονος, ἐκεῖ ὄφις οὐκέτι ἐγκαταμένει οὔτε ἐμφωλεύει, καὶ ὅπου θεοῦ ἀληθὴς διδασκαλία, οὐ κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκαλίας, ἀλλὰ διολεῖται.