Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ᾿ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ᾿ Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλλιλαίᾳ παραμενόντων καὶ <κατὰ> καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων.

καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν (ὥρα ἦν ὡς δεκάτη), συμβέβνκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς.

»καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰνσοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου«.

καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν·

ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα <δὲ> τῶν υἱῶν Ζεβεδαίου.

ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, [*](1 Joh. 1, 23 — 7 vgl. Matth. 4, 12f u. Par. — 13 vgl. Joh. 1, 40 — 16 vgl. Joh. 1, 39ff — 20—23 vgl. Joh. 1, 43f) [*](M U) [*](1 τεθέαμαι + φησὶ M 2 τὸ *] ὅτι MU 5 ἐκείνῳ τῷ . . . χρόνῳ *] ἐκεῖνον τὸν . . . χρόνον ΜU 7 τῆς < U 8 * etwa <δεύτερον ἀπάντημα> * 9 ἦν] vgl. zu S. 266, 27 | ἔτι *] ὅτι MU 15 <κατὰ> * 18 μεσίαν M 19 [καὶ] * 21 φησίν < Μ 23 ἐκ τῆς πόλεως < Μ | τοῦτο *] τὸ MU 25 μόνον *] ἐξ ὧν MU 26 [εἶναι] * 27 ὁμόχωρον] ὅμορον Μ 29 <δὲ> *)

268
ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἐπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία.