Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Πληρώσας γὰρ ὁ νομοθέτης τὸν πάντα νόμον | Μωυσῆς, ἐκ θεοῦ λαβὼν τὸ πρόσταγμα ἐν τῇ ἐσχάτῃ βίβλῳ τουτέστιν Δευτερονομίῳ [*](D448) τίθησι πάσας τὶς κατέρας, ὀὐ μόνον περὶ Πάσχων ἀλλὰ καὶ περὶ περιτομῆς καὶ περὶ δεκατώσεως καὶ προσφορῶν·

ὥστε οὖν εἰ μίαν κατάραν πεφεύγασιν, εἰς πολλὰς ἑαυτοὺς ἐνέπειραν· εὑρεθήσονται γὰρ ἐπικατάρατοι μὴ περιτεμνόμενοι, ἐπικατάρατοι μὴ ἀποδεκατοῦντες καὶ ἐπικατάρατοι γίνονται μὴ εἰς Ἱερουσαλὴμ προσφέροντες.

καὶ ὦ τῶν ἀνθρώπων τῶν εἰς πολλὰς ἑαυτοὺς ἐρεσχελίας ἐμβαλ- [*](4 der 18. März gilt bei Hippolyt als Ostergrenze; es ist der julianische Tag des Eintritts der Sonne in den Widder, vgl. Ideler, Handbuch II 218 E. Schwartz, Ostertafeln S. 30 — 5 vgl. unten haer. 51, 23, 5 u. 26, 1; der dann für die Auferstehung sich ergebende 22. März ist der Tag der Frühlingstag. u. -nachtgleiche nach Anatolius (u. Ptolemäus), vgl. E. Schwartz, Ostertafeln. S. 15f — 7 23. März vgl. Consularia Constant. MG auct. antiqu. IX 220 Chron. pasch. p. 218 Lactantius div. inst. IV 10,8; I 304, 9 Brandt — 10ff vgl. Hippolyt refut. VIII 18, 2; S. 237,22ff Wendland οἳ μιᾷ ταύτῃ προσέχοντες ἐντολῇ οὐκ ἀφορῶσιν εἰς τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι διαμαρτύρομαι παντὶ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶ τοῦ πάντα τὸν νόμον ποιῆσαι — 11 vgl. Deut. 27, 14ff) [*](Μ U) [*](3 δὲ1 u. 2 < M | εὕρομεν Μ 4 Ἄκτων] ἐκ τῶν U 11 πρόσταγμα] πρᾶγμα U 11f Δευτερονομίου(!) τουτέστιν U 15 περιτετμημένοι Μ 17 vor ἀνθρώπων + πολλῶν U)

247
λόντων· ἀληθῶς γὰρ ἔστιν εἰπεῖν ἐκεῖνο τὸ ῥῆμα τὸ συεντὸν τοῦ Ἐκκλησιαστοῦ, τὸ ἐκ πνεύματος ἁγίου ἡμῖν διεσταλμένον ὅτι »τοῦτο ἔγων ὁ Ἐκκλησιαστής, ὅτι ὁ θεὸς συνετὸν ἀνθρωπον ἐποίησεν εὐθῆ, αὐτοῖ δὲ ἐζήτησαν αὑτοῖς πολλὰς ὁδούε«.

πόθεν γὰρ οὐ διαπίπτει τούτων ἡ διάνοια; πρῶτον γὰρ εἰ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἄγουσι, χρείαν ἔχουσι τὸ πρόβατον λαβεῖν ἀπὸ δεκάτης καὶ τηρεῖν αὐτὸ ἕως τεσσαρεσκαιθεκάτης, καὶ οὐκέτι μία ἡμέρα ἔσται τῆς νηστείας ἀλλὰ πέντε, ἥ τε δεκάτη καὶ ἑνδεκάτη καὶ δωδεκάτη καὶ τρισκαιδεκάτη καὶ τεσσαρεσκαιδε κάτη· [*](P421)

ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περι μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα.

ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημίωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ᾿ αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας.

ἀπὸ γὰρ τεσσαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενος τῆς σελήνης· οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ καταλυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν.

οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα »καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα«,

προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεΐαν λήξει πρα᾿ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνοις, ὅπερ μάννα παρ᾿ αὐτοῖς κέκληται.

[*](2 Pred. 7,30 — 6f vgl. Ex. 12,3. 6 — 20f vgl. Matth. 5,17 — 24 Jos. 5,10ff)[*](M U)[*](2 ἡμῖν ἁγίου M 3 συνετὸν] σὺν τὸν Μ 4 αὐτοῖς Μ ἑαυτοὺς U 5 εἰ] ἐν U 8 ἥ τε] ἢ τῆ U 11 ἐπιφώσκουσα ἓξ] ἐπιφωσκούσας ξݲ M | ἐπιτελεῖ*] διατελεῖ U διατελῆ Μ 13 lies viel. μιᾶς αὐτῆς οὔσης * | ἔστι *] ἔχει MU 14 οὐκ ὀλίγην] οὐ λογικὴν M 15 τὸν νόμον + <τῶν Ἰουδαίων>? *; die Ergänzung ist nahegelegt durch das folgende αὐτοῖς u. αὐτοὺς 18 φαινὸν U 19f ἠμαύρωται U 24 καὶ ἐποίησαν — τὸ πάσχα < U 25 [ἡ θεία γραφὴ]* 26 ὅτι] ἔτι Μ 27 ἀγγελικὴ] εὐαγγελικὴ M)
248