Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Πόθεν εἴληφας, ὠ οὑτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον πνεῦμα ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ σύγχρονα, ὕλην καὶ θεόν, βεβιασμένως λέγεις·

πεσεῖται γάρ σου ὁ λόγος καὶ ἀσύστατος ἔσται. ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργόν, ὃν καὶ παντοκράτορα φῄς, τοῦτον δὲ μερίζεις εἰς πολυθεΐαν. τίνος δ’ ἂν εἴη δημιουργός, εἰ σύγχρονος εἴη ἡ ὕλη; έσται γὰρ καθ᾿ ἑαυτὴν ἑαυτῆς δεσπόζουσα ἡ μὴ ἀπὸ αἰτίου τινὸς λαβοῦσα τὴν ἀρχὴν καὶ οὐχ ὑποτασσομένη.

εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἄν εἴη καὶ ἔρανος δι’ ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ᾿ ἐξ ὑποκειμένων ἀλλοτρίων ; ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούργημα.

καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώποις ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνωδάλων [*](Ö48) δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον;