Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Ταῦτα δὲ πάντα διὰ τό »ἐπέβαλε κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν« ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν <περὶ> τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως.

καὶ ἐφράσαμεν δι᾿ ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων·

ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἐκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι᾿ ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ᾿ αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα.

ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγων καὶ εἶπε »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή«.

καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν [*](16 Gen. 2,21 — 27 Gen. 2, 23) [*](M U) [*](2 ἡμῖν hinter ἐπιθῶνται U | ἐθῶνται M 5 τῶν χρηςίμων U | [τὸ] * | αὐτῷ] τῶ ὕπνω U 6 ἐνεργεστάτης U 6f κατάστασιν *] μετάστασιν M U 7 αὐτὴ] αὕτη U | δὲ] δὴ M 8 καὶ ὁρᾷ < U 9 γρηγορήσει U 9f καὶ δημηγορεῖ < U 10 ἐν2 < U 12 τῷ] τὸ U | τῇ < M 18 <περὶ> * | τῆς ἐκστάσεως ] καὶ δι᾿ ἐκστάσεως M | ἐφράσαμεν + <δὴ>? * 20 μὲν πᾶσιν M 25 αὐτὴν αὐτῶ U 28 αὐτὴ] αὕτη U 30 ὅτε] ὅτι M )

228
ἐν ὕπνῳ, λέγων ὅτι »ὀστοῦν ἐκ τῶν ὀστῶν μου«· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος <αὐτοῦ> ἠρμένην·

καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι »ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«. ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν.