Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκληςίαν καὶ ἐπλήρωσεν <ἐν> αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν <τῆς πίστεως> τῶν ἐκ πνεύματος χαρισμάτων ἐκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον.

τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι »προςέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες«.

συγκρίνοντες γὰρ τὰ παρ᾿ αὐτῶν εἰρημένα καὶ <τὰ> κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία <ὄντως> προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία.

ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ.

»ὅρασις, <γάρ> φησιν, ἥν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης«· »εἶδον <τὸν> κύριον, φηςί, καθεζόμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε«. καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη »τάδε λέγει [*](7 ff vgl. Röm. 12, 6 I Kor. 12, 7 — 11 Matth. 7, 15 — 12 ff vgl. den Anonymus bei Eusebius V 17, 2 f; S. 470, 10 ff Schwartz ἀλλ᾿ ὅ γε ψευδοπροφήτης ἐν παρεκστάσει . . . τοῦτον δὲ τὸν τρόπον οὔτε τινὰ τῶν κατὰ τὴν παλαιὰν οὔτε τῶν κατὰ τὴν καινὴν πνευματοφορηθέντα προφήτην δεῖξαι δυνήσονται — 18 vgl. Num. 12, 7 — 20 Jes. 1, 1 — 21 Jes. 6, 1 ff — 25 vgl. z. B. Jes. 3, 16) [*](M U) [*](1 προεῖπον (< ὡς) vor μένει U | οὐ μετέσχε] οὐκ ἔστιν U 4 <ἐν >* | προφητῶν *] ἐν προφήταις MU 6 προεφήτευσαν U 7 <τῆς πίστεως> Jül. | ἑκάστου Μ 8 [κατὰ τὴν ἀναλογίαν τῆς πίστεως]? * 9 τί οὖν συμφέρον < M 12 ἔσωθεν U 13 <τὰ> Dind., Öh. 15 <ὄντως>* | ποία δὲ] καὶ ποῖα U 19 * etwa <τὴν δόξαν κυρίου ἐν εἴδει καὶ οὐ δι᾿ αἰνιγμάτων· διὸ καὶ ὁ βλέπων> *, vgl. Num. 12, 8 u. I Sam. 9,9 20 <γάρ> * 21 <τὸν>* | φησί hinter εἶδον U | καθήμενον U 22 ἤκουσα + φωνῆς U 23 λεγούσης U 24 συνῆτε] μάθηται U 25 τοῦ < Μ)

224
κύριος«.

οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο;

ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι »ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας«, ἔλεγε »μηδαμῶς, κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«.

γινώσκων γὰρ τὴν δι᾿ ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, [καὶ] οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε »μηδαμῶς, κύριε«. ταῦτα γὰρ <τῶν> ἀληθῶς προφητῶν, ἐν ἁγίῳ πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή.

πῶς δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Ναβουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι᾿ ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ τοῦ ἐωρακότος,

οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστέσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους.

ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ᾿ αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα.