Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι᾿ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι᾿ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν,

ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι <μὴ> ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾡ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἅ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν·

ἀκριβῶς δὲ πάντα ὡς ἄφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες <αὐτὸ> ἐν κυρίῳ,

τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε <εἰς> προκαταληπτικὸν [*](2 vgl. filastrius zu S. 239, 2 Cyrillus Hieros. cat. 16, 18; Migne 33, 929 A ἀθλιώτατα παιδία γυναικῶν μικρὰ σφάττων καὶ κατακόπτων εἰς ἀθέμιτον βρῶσιν προφάσει τῶν καλουμένων παρ᾿ αὐτοῖς μυστηρίων Hieronymus ep. 41, 4, 1; S. 314, 6 ff Hilberg praetermitto scelerate mysteria quae dicuntur de lactante puero et di victuro martyer confarrata Theodoret haeret. fab. III 2 περὶ δὲ τῶν μυστηρίων τινὲς μὲν θρυλλοῦσί τινας, ἐκεῖνοι δὲ οὐ συνομολογοῦσιν, ἀλλἀ συκοφαντίαν τὴν κατηγορίαν καλοῦσι und Prädestinatus c. 26 cetera quae dicuntur quasi incerta praetereo, de infantis sanguine eos accipere ... Tertullianus ... asserens falsa esse de sanguine infantis; dazu haer. 26, 5, 4 ff; I 282, 2 ff — 6 ff vgl. Panarion prooem. II 4; I 170, 12 ff) [*](M U) [*](1 καὶ Πεπουζιανῶν < Μ 2 ὄντα < U 3 ῥαφίσι χαλκαῖς U 5 ταύτης] αὐτῆς Μ 6 ἧς ἴσμεν] τῆς μὲν U | φθονέσαι U 7 ἅ τε1]εἰτε U | ἅ τε διὰ συγγραμμάτων < U | δι2]ὑπὸ U 9 τι < Μ |γε |öh.] τε MU 9f ποιησάμενος Μ 10 <μὴ> * 11 κατὰ] καὶ τὰ Μ |ᾧ] ὡς Μ 13 ἀληθοῦς *] ἀληθῶς ΜU 14f διεξερχόμενος Μ 15 τὸ μὲν δεινὸν U 16 τῆς2] τῶν Μ 18 <αὐτὸ> * 19 ἀνασφᾶλαι U 20 τοῖς δὲ] τοὺς δὲ Μ |μηδὲ παρεμπεσοῦσί ποτε]μήποτε παρεμπεσοῦσι Μ | <εἰς> *)

241
ὡς εἰπεῖν [τὸ] βοήθημα,

τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν.

ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει.

αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, * δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα.

ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν. |