Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. εἰ γὰρ καὶ βούλοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ δημιουργῷ συμπράζειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὑχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος;

ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ διημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων [καὶ] τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων΄μέτεισιν ὁ μόης κξαὶ ὀ ἀγύρτης καὶ ἄλλως οὑ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι.

θεὸς γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοῦς πονηροῦς κ αὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἤλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει,

οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ᾿αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμων καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ, ἵν᾿οἱ μετανοήσαντες τῆς παρ᾿αὐτοῦ ἀμηνστίας τυχόντες τὸ σωτήριον | κτήσοιντο.

εἰς δὲ ἐπιμένοιεν ταῖς αὐτῶν βλασφήμοις ὑπονοίαις καὶ ματαιοφροσύναις, ταῖς μὴ ἐκ θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντε[θεν ἀπαλλαγήν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος,* ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν οὔτε ὡς ἐν ὁργῇ ἐπιφέρων τὰ ἐσόμενα*,—

ὅλα γὰρ προεθέσπισεδιὰ | τὴν οὑκ εἴσω παθῶν [*](7 Joh. 1, 1. 2b - 20 vgl. Matth. 5, 45) [*](V M) [*](2 ἐπιστάτην + <γενομένης>?* 5 [καὶ1]?* 13 γενομένων *]λεγομένων V M 17 [καὶ]* 17f τὴν χρῆσιν*]τῆς χρήσεως V M (χρήσεως aus χρίσεως V corr χρίσεως Μ) 26 πρέπον U] πρέπων VM 27 ἀμνηστείας V M 28 βλασφημίαις 30* etwa <δικαίως αὐτοὺς ἐκδικήσει>* 32* etwa <κολαστήρια>*)

189
περιεχομένην αὐτοῦ θεότητα —, ἀλλὰ δι᾿ ἣν ἕκαστος τῶν * ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος ἑαυτῷ παραίτιος γεγένηται *, τοῦ θεοῦ ἀναιτίου ὄντος τῆς καθ’ ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ’ ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης.

Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέπειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ »τῶν τῆς ἀπωλείας τέκνων« ὑπάρχων, δηλούσης τῆς ἀληθείς καὶ τοῦ φωτὸς τοῦ εὐαγγελίου, φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος καὶ σῴζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ.

ὡς οὖν ἐκ συντόμου † σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες θανατωθεῖσάν <τε> ταύτην καταλελοιπότες ἐπὶ τὰς ἑξῆς ἴωμεν κατὰ τὴν ἐπαγγελίαν, τὴν τοῦ θεοῦ συμπαραλαβόντες βοήθειαν εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.