Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται. πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς;

πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι »ὅπου πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί«.

καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος·

ὡς καὶ ὁ ἄγιος ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ,

μόνος μένει« ὁ δὲ ἅγιος ἀπόστολός φησιν »ἄφρων« (ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον τὸν ὅλως ἀμφιβάλλοντα καὶ λέγοντα »πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ [*](4ff vgl. Tertullian de praescr. 41 ipsae midieres haereticae qimm procaces! quae audeant docere, contendere, exorcismos agere, curationes repromittere, forsitan et tingere; aus Epiph. schöpft Eznik, Wider die Sekten IV 16; S. 204, 1007 f so verwegen ist er, daß er den Weihern befiehlt, die Taufe zu spenden — 7ff vgl. oben S. 98, 7 — 8ff vgl. Hippolyt refut. VII 30, 4; S. 216, 8ff Wendland τὰ βρώματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἵνα μὴ φάγωσι σῶμά τι ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κεκολασμένης, s. auch unten refut. 24 — 11ff vgl. Ancoratus c. 86; 1106, 10 ff — 16 Matth. 24, 28 — 19 vgl. I Kor. 15, 37 — 22 Joh. 12, 24 — 23 I Kor. 15, 36 — 24 I Kor. 15, 35) [*](V M 1 καὶ vor vor durchgestrichen V corr + καὶ M Σολομῶντα *] Σαλομῶνα VM 11 κενοφωνία, αι drüber V corr καινοφωνία M 15 ἡ vor ψυχὴ V corr 21 εὐαγγελίῳ + <λέγων>? * 23 ἄφρο///ν, ο aus ω V ἄφρον M | ἄφρο///να, ο aus ω V corr)

101
δὲ σώματι ἔρχονται;« καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν) »ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ται, ἐὰν μὴ ἀποθάνῃ«.

καὶ ἔδειξεν ἐξ απαντος η γραφη του πεπτωκοτος κοκκου τουτεστιν του σωματος τοῦ θαπτομένου καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι.

πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία η κρίσις.