Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρός ὐπάρχει (ὄπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι), μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ᾿αὐτοῦ γεγεννημένος μεταβέβληται.

τὸ δὲ ἕτερον. εἰ ὅλως ἦλθεν ὁ μονογενὴς ἀνθρώπους σῶσαι καὶ λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου [*](3 war im Bisherigen noch nicht erwähnt – 22 Hebr. 4, 12 - 31vgl. Luk. 23,43 - vgl. Matth. 9,9ff) [*](V M) [*](1 [καὶ]?* | [αὐτοῦ2]?* 5 <δὲ>* 8 ἀκατονομάστοις, ο aus ω V corr 10 [καὶ]καταλῦσαι*] καὶ καταλύοντα VM | τὰ über der Linie nachgetragen V corr 22 τῇ .. . μαχαίρᾳ aus ω V corr ὀκννήσομεν aus ὀκνήσομαι Μ)

185
εἰς μετάνοιαν καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πορνείας, ἔτι δὲ καὶ <ἄλλαἄλλα>ἀγαθὰ πράττει, διότι ἀγαθὸς ὑπάρχει καὶ εὔσπλαγχνος καὶ ἐλεήμων,

πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν οἶκτον αὐτοῦ ἀναλαβεῖν καὶ αὐτὸν πρῶτον μεταθεῖναι εἰς τὸ σωτηριῶδες, ἵνα πρῶτον τὸν πατέρα αὐτοῦ μεταβαλὼν τελείως ἐνδείξηται τὴν τελείαν ἀγαθότητα, τὸν πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται »ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως«, πόσῳ γε μᾶλλον ἐλεᾶν τοὺς ἐαυτῶν πατέρας.

Τὸ δὲ ἕτερον ἔτι προστέρεικα τῇ φράσει καὶ τῷ ἐλέγχῳ τῷ πρὸς τὸν Μαρκίωνα, ὅτι εἰ μὲν τοῦ ἐνός ἐστιν υἱὸς καὶ πρὸς τὸν ἔτερον προσέφυγεν, οὐ πιστὸς παραδεχθήσεται παρὰ τῷ ἑτέρῳ.

ὁ γὰρ συνείδησιν εἰς τὸν ἵδιον αὐτοῦ πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ᾿αὐτοῦ προαγόντως πεπραγμένων.

ἀλλὰ καὶ ἀλλως πάλιν. ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατηγορήσει<ς> πάλιν, ὦ Μαρκίων, δἰ ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ᾿αὐτοῦ σῳξομένους καὶ παρ᾿αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας;

εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω θεόν, οὐκ ηύπόρει ὀ ἀγαθός θεός τινα ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ πατήρ, ὡς ὁ Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ υἱὸν γεγένηται.

καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους [πρῶτον]εἶχεν ἐξολοθρεῦσαι, ἴνα ἀφανίσῃ τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ πατρὸς διαθέσεως.

ἢ πάλιν λαβὼν δύναμιν ἱάσεως καὶ θεραπείας καὶ σωτηρίας ὥφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ᾿αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας <αἰτία>ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται.

ἀλλ᾿οὐχ οὕτως ἔχει ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος *. οὔτε γὰρ τρεῖς ἀρχαὶ οὕτε [*](1 vgl. Luk. 7, 37ff - 7 Gal. 6, 10) [*](V M) [*](2 πορνείας]πονηρίας V |<ἄλλα>* | διότι * ]θεὸς VM 7 ὡς nachgetragen V corr 9 προστέθεικα aus προστέθηκα V corr 14f κατηγορήσει <ς>* 16 δυνηθέντος + <ἄλλως>?* |παρ᾿αὐτῶ1 VM 17 κατὰ τὸν am Rand nachgetragen V corr 23[πρῶτον]* 29 <αἰτία>* 31 * etwa <περιέχει>*)

186
ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα.

μὴ γένοιτο.φησὶ γάρ »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί«. καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί.

ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὅντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴνἀπειλὴν διεξέρχεται λέγων »ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ἀργὴ τοῦ θεοῦ ἐπ᾿αὐτὸν μένει«.

ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὅντα θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦλ ἀγαρὸν ὅντα καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὅντα καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα ζωῆς καὶ ζωῆς πηγὴν γεννήσαντα (»παρὰ σοὶκ γὰρ πηγὴ ζωῆς« φησὶν ἡ γραφή), ἀλήθειαν ὅντα καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὅντα καὶ φῶς γεννήσαντα, ζωὴν ὅντα καὶ ζωὴν γεννήσαντα ἀνάρχως καὶ ἀιδίως καὶ ἀχρόνως. καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκόωνος πλάνη.

Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῆς κατὰ τοῦ ἀπατεῶνος ἀνατροπῆς διὰ πολλῆς καὶ ἀληθινῆς συστάσεως ἐν θεῷ ἡμῖν κατειργασμένης πάλιν ἐπὶ τὰς ἐξῆς, ταύτης τῆς νυνὶ ὡς μεγάλης ἀσπίδος καταπατηθείσης διὰ τοῦ ἀψευδοῦς λόγου τοῦ σωτῆρος τοῦ εἰπόντος »δέδωκα ὑμῖν πατεῖν ἐπὶ ὅφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου«, ἵωμεν καὶ τὸς τῶν ἄλλων ματαιοφροσύνας διασκοπεῖν τε καὶ διελέγχειν ἐπιβαλώμεθα, θεὸν βοηθὸν ἐν ἄπασιν ἐπικαλούμενοι.