Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Αὕτη μὲν ἡμῶν ἡ προθεωρηθεῖσα ἐν τοῖς προειρημένοις σύνταφις, ἀναλεχθεῖσιν ἀπὸ τῆς παρ᾿ αὐτῷ τῷ Μαρχίωνι ἔτι σῳζομένης [*](4 f vgl. oben zu S. 105, 9ff – 13 vgl. Eph. 4, 4) [*](V M 13 f vgl. S. 120, 4 f) [*](7 τῆς τῶν * 13 βάπτισμα + εἷς Χριστός VM, s. 120, 4 u. Z. 33 f 17 hinter συνήγαγες noch einmal κατὰ σοῦ μαρτυρίας V | συντάγματος *] σφραγίσματος v M 26 f σύνταξις *)

183
γραφῆς, ἧς τὴν ἀνάλεξιν σκοπήσας τις ἐκπλαγείη τὰς τοῦ μεγαλοδώρου θεοῦ οἰκονομίας.

ἑκάστου γὰρ πράγματος διὰ τριῶν μαρτυριῶν ἐπιβεβαιουμένου καὶ συνισταμένου, ὡς ἐνταῦθα ψιλῶς ὁ θεὸς ἐχαρίσατο συνάψαι (ὡς ἔφην) ἡμᾶς κατὰ οἰκονομίαν ἑβδομήκοντα μὲν ὀκτὼ μαρτυρίας ἀπο τοῦ εὐαγγελίου, τεσσαράκοντα δὲ ἀπὸ τοῦ ἀποστόλου;

καὶ ταύτας παρ᾿ αὐτῷ εἰς ἔτι καὶ δεὺρο σῳζομένας τε καὶ οὐκ ἀμφιβαλλομένας, ὡς εἶναι τὰς πάσας ἑκατὸν δεκαοκτώ, ἀντιλεγούσας δὲ πάσας τῇ αὐτοῦ Μαρκίωνος γνώμῃ, ὡς ἀπὸ προσώπου ὁνόματος κυρίου διὰ τῶν δεκαοκτὼ καὶ τῆς αὐτοῦ ἐνδεξίου εὐλογίας διὰ τῶν ἑκατόν.

ἀλλὰ καὶ ἐπ᾿ ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις * ἐκτὸς τοῦ εὐαγγελίου καὶ τοῦ ἐποστόλου· οὐ γὰρ ἔδοξε τῷ ἐλλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεςίους ταύτην τὴν μαρτυρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ ἀποστόλῳ.

αἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης καὶ ἐν πολλοῖς πεςὼν ὁ τάλας οὐχ ὁρᾷ τὴν κατ᾿ αὐτοῦ ἀνατροπὴν καθ᾿ ἑκάστην ἡμέραν ὁμολογουμένην. καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου.

πῶς γὰρ ἠδύνταο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς γραφῆς σῴζειν ῥήματα;

ὅλου γὰρ τοῦ σώματος ζῶντος ὡςεἰπεῖν τῆς θείας γραφῆς, ποῖον ηὕρισκε μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψ εῦδος κατὰ τῆς ἀληθείας;

ἀλλ᾿ ὡς εἰπεῖν ἐλώβησε καὶ ἀκρωτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχεν δὲ ἔνιά τινα παρ᾿ ἑαυτῷ.καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι, ἀλλ᾿ ἔχει μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ᾿ αὐτῷ κατὰ λεπτὸν ἀποτμηθείη.