Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Λέγει δὲ ὁ ἠλίθιος καὶ τὸν νόμον καὶ τοὺς προφήτας τῆς φαύλης καὶ ἐναντίος εἶναι ἀρχῆς, τὸν δὲ Χριστὸν τῆς ἀγαθῆς.

πόθεν οὖν οἱ προφῆται τὰ εἰς Χριστὸν τετυπωμένα προανεφώνησαν, εἰ μὴ μία ἦν καὶ ἡ αὐτὴ δύναμις ἡ λαλήσασα ἐν νόμῳ καὶ ἐν προφήταις καὶ εὐαγγελίοις; καθάπερ λέγει »ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι« καὶ τὰ ἑξῆς.

πόθεν δὲ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ † προανεφώνει λέγων »εἰ Μωυσῇ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε«.

καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας σχολὴν ἐαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλαστήσας καὶ πλανήσας τοὺς ὑπ᾿ αὐτοῦ πεπλανημένους.

παρελεύσομαι δὲ καὶ ταύτην, ὡσεὶ βέμβικος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ θεοῦ ἐναργεστάτης πίστεώς τε καὶ σωτηριώδους διδασκαλίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος »βλέπετε μὴ πλανηθῆτε·

πολλοὶ γὰρ ἐλεύσονται ψευδοπροφῆται« καὶ τοῦ ἀποστόλου <τοῦ> περὶ τῶν αὐτῶν καὶ ψευδοδιδασκάλων καὶ ψευδαδέλφων φήσαντος καὶ ἡμᾶς ἀσφαλισμένου· ἐπὶ τὰς ἑξῆς <τε> κατὰ τὴν ἀκολουθίαν τῶν ἄλλων ποιήσομαι τὴν ὑφήγησιν.