Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται ὁ λόγος. ἀρξόμεθα δὲ πάλιν τῆς κατ᾿ αὐτοῦ ἀνατροπῆς ἀπ᾿ αὐτῶν τῶν παρ᾿ αὐτοῦ λεγομένων.

ὅτι μὲν γὰρ δύο ἀρχὰς ἐπὶ τὸ αὐτὸ εἶναι ἀδύνατον δῆλον. ἢ γὰρ αἱ δύο ἐκ μιᾶς εἰσί τινος ἢ ἡ μέν ἐστι δευτέρα ἡ δὲ τῆς δευτέρας αἰτία καὶ ἀρχή. ζητηθήσεται οὖν ἤτοι αἰτία τῶν δύο ἢ ὀποτέρα τούτων ἀρχὴ οὐσα τῆς ἑτέρας * ὡς ἔφην.

καὶ οὕτως ἐκ παντὸς τρόπου ἐπὶ τὴν μίαν ἀνακτέον τὴν διάνοιαν, τὴν εὑρισκομένην πρώτην, ἐξ ἡς καὶ ἡ δευτέρα ἤτοι ἀμφότεραι, καθὼς δέδεικται, ὡς ἔφην].

ἐπὶ τὸ αὐτὸ δὲ ἀδύνατον τὰς δύο ἀρχὰς ὑπάρχειν, ἀλλ’ οὐδὲ διαφέρεσθαι τὴν μίαν πρὸς τὴν ἄλλην δυνατόν. εἰ γὰρ διαφέρονται, εἰσὶ μὲν δύο, τῷ δὲ δύο ἀριθμῷ εὑρίσκεσθαι τὸν ἕνα ἀριθμὸν ὑπερβεβήκασι· τοῦ δὲ ἑνὸς καὶ πρώτου ἀριθμοῦ ζητουμένου αἱ δύο τῷ ἐνὶ ἀριθμῷ καὶ ἀνωτέρῳ ὑπόκεινται, τῷ αἰτίῳ τῶν δύο ὄντι.

οὐ γὰρ αἱ δύο, αἱ μετὰ τὸν ἕνα ἀριθμὸν ἢ τὴν μίαν ἀρχὴν καὶ πρώτην, αἰτίαι δύνανται εἶναι, τοῦ ἑνικοῦ ἀριθμοῦ καὶ ἀνωτάτου ἀεὶ ζητουμένου.

εἰ γὰρ αἱ δύο εὑρεθήσονται μιᾶς οὐσαι συμφωνίας καὶ συγχαίρουσαι καὶ συμφωνοῦσαι ἀλλήλαις, ἐν τῷ τὴν μὲν μίαν παραμένειν τῆς ἑτέρας εὐδοκούσης καὶ τῆς ἄλλης δὲ χαιρούσης τῇ τῆς ἑτέρας συζυγίᾳ, ἡ στάσις τίς ἐστιν ἀνὰ μέσον ἀμφοτέρων;

εἰ δὲ στασιάζουσι κοὶ ἰσχύουσιν ἅμα ἀμφότεραι πρὸς ἀλλήλας ἐπ᾿ ἴσης, οὐκέτι Χριστὸς ὁ ἐλθὼν διὰ τὴν ἀθέτησιν τῆς μιᾶς δυνήσεται καταλῦσαι τὴν ταύτης τυραννίδα, αὐτῆς ἀντεχούσης καὶ δυναμένης πρὸς τὴν ἄνω ἀόρατον καὶ ἀκατονόμαστον ἀγωνίζεσθαι ἀντέχειν τε καὶ μηδέποτε δυναμένης καταλύεσθαι.

[*](3—5 vgl. Irenaeus adv. haer. I 27, 2; I 216 Harvey διαδεξάμενος δὲ Μαρκίων ὁ Ποντικός III 4, 3; II 18 Harvey Marcion autem illi succedens)[*](V M 8 γὰρ < M 12 * <αἰτία τυγχάνει> * 13 ἀκτέον M 14 ὡς ἔφην] * 17 εὑρίσκεσθαι *] εὑρισκόμεναι VM 22 εἰ] ἢ auf Rasur Vcorr | οὐσαι *] οὔσης VM 24 σ///ζυγία, ν ausradiert Vcorr | ἡ] ἢ M 27 ταύτης] αὐτῆς M 28 ἀκατο///νόμαστον, ο aus ω Vcorr 29 δυνάμένης *] δύνασθαι VM)
93