Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἐκ μιᾶς δὲ ἢ δύο μαρτυριῶν αὐτοὺς ἀνατρέψομεν. εἰ γὰρ καὶ ἀρχαὶ καὶ ἐξουσίαι εἰσὶ καλούμεναι, οὐκ ἐκτὸς θεοῦ αὑται γεγόνασι, μάλιστα ἐν τοῖς οὐρανοῖς.

οἶδεν γὰρ ἡ γραφὴ λέγειν ἀγγέλους καὶ ἀρχαγγέλους, οὐκ εἰς ἐναντιότητα τεταγμένους, ἀλλὰ »λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν«.

καὶ γὰρ καὶ ἐπὶ τῆς γῆς καθ᾿ ἑκάστην βασιλείαν πολλαὶ ἀρχαί, ἀλλὰ ὑπὸ ἕνα βασιλέα. »αἱ γὰρ οὖσαι ἐξουσίαι ἐκ θεοῦ τεταγμέναι εἰσίν«, ὡς λέγει ὁ ἀπόστολος· »ὥστε οὖν ὁ ἀνθιστάμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν.

οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ κατὰ τοῦ ἀγαθοῦ, ἀλλὰ ὑπὲρ τοῦ ἀγαθοῦ, καὶ οὐκ εἰσὶ κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. θέλεις δέ, φησί, τὴν ἐξουσίαν μὴ φοβεῖσθαι; τὸ καλὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· διάκονος γάρ ἐστιν εἰς αὐτὸ τοῦτο ἐκ θεοῦ τεταγμένος τῷ τὸ κακὸν πράττοντι«.

καὶ ὁρᾷς ὡς ἡ ἐξουσία αὕτη ἡ κοσμικὴ ἐκ θεοῦ τέτακται, καὶ μαχαίρας ἔλαβε τὴν ἐξουσίαν· οὐκ ἀλλαχόθεν δέ ποθεν, ἀλλὰ ἐκ θεοῦ εἰς ἐκδίκησιν. καὶ οὐ δυνάμεθα λέγειν διὰ τὸ εἶναι ἀρχὰς καὶ ἐξουσίας ἐν κόσμῳ τὸν βασιλέα τούτων μὴ εἶναι βασιλέα, ἀλλὰ εἶναι > τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἶναι δὲ καὶ τὸν τούτων βασιλέα.

ὡς οὐν ἐπὶ γῆς ὁρῶμεν δέδεικταο γάρ) οὐκ ἐναντίας τὰς ἀρχὰς τῷ βασιλεῖ, ἀλλ’ ὑποτεταγμένας εἰς [*](3 vgl. Aelian de nat. an. 1 38 — 9 vgl. Judas 8 — 10f vgl. I Kor. S, 5 Rom. 13, 1 — 13 Hebr. 1, 14 — 16—23 Röm. 13, 1—4) [*](V Μ 3 τούτους aus τοιούτους V corr 3f φημὶ δὲ nachgetragen Vcorr 4 ὀποβαλσάμου, ὀ aus ἀ Vcorr ἀπὸ βαλσάμου M 6 λαγνείας auf Rasur Vcorr γαλήνης M 7 πλησιάσαντες, πλησια auf Rasur Vcorr 8 τῶ ἁγίω λουτρῶ aus τὸ ἅγιον λουτρὸν Vcorr | τῆ εὐοδμία aus τὴν εὐοδμίαν Vcorr αὐτοῦ *] αὐτῶν VM 11 αὗται aus αἱ αὐταὶ Vcorr 16 αἱ γὰρ auf Rasur Vcorr 21 ἐξ nachgetragen Vcorr 25 ἀλλ’ M 27 <μὲν> * 28 δὲ hineingeflickt 29 γὰρ hineingeflickt Vcorr <)

85
διοίκησιν παντὸς τοῦ βασιλείου καὶ εἰς εὐταξίαν γῆς, ἔνθα φόνοι καὶ μάχαι, ἄγνοιαί τε καὶ διδασκαλίαι, εὐνομίαι τε καὶ παρανομίαι, καὶ τούτου χάριν εἰσὶν ἐξουσίαι, ἵνα εἰς εὔτακτον σύνταξιν τῆς τοῦ παντὸς κόσμου διοικήσεως τὰ πάντα ἐκ θεοῦ καλῶς καταταχθῇ καὶ οἰκονομηθῇ, —

οὕτω καὶ ἐν οὐρανῷ, μάλιστα δὲ ἐξαιρέτως ἐκεῖ, ἔνθα οὐ φθόνος οὐ παρανομία οὐ παρανομία οὐκ ἐναντιότης οὐ στάσις οὐχ ὅρκος οὐχ ἁρπαγὴ | οὐδέ τι ἕτερον τῶν τοιούτων, ἐξουσίαι τεταγμέναι εἰσὶ δι’ ἄλλην πραγματείαν.

ποίαν δέ φημι, ἀλλ᾿ ἢ διὰ τὸν ῥυθμὸν τοῦ ὕμνου, διὰ τὴν ἄνω ἀκήρατον δοξολογίαν, δι᾿ ἣν ἠθέλησεν ὁ ἄφθονος ἡμῶν θεὸς καὶ βασιλεὺς χαρίσασθαι ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ γεγενημένων δόξαν προσήκουσαν, ἵνα τῆς αὐτοῦ βασιλείας τὸ φαιδρὸν καὶ ἀκατάληπτον καὶ ἔκπληκτον ἀεὶ δοξάζηται. σαφῶς τοίνυν ἐκεῖνοι πεπλάνηνται, τὴν χάριν τοῦ θεοῦ ἀγνοήσαντες.