Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Καὶ γέγονεν κατ’ ἐκεῖνο καιροῦ ἡ τῆς Βαβυλῶνος κτίσις ἐν τῇ τῶν Ἀσσυρίων γῇ καὶ ὁ ὑπ᾿ αὐτῶν οἰκοδομηθεὶς τότε πύργος.

ἠσαν δὲ κατὰ τοῦτον τὸν καιρόν ὡς ἤδη έν ταῖς πρότερον αἱρέσεσι διηγησάμην κατὰ τὸν εἱρμὸν τῶν ἄνω μοι γενεῶν πραγματευθεισῶν, οἱ πάντες ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, ἀρχηγοί τε καὶ κεφα- [*](3 vgl. Gen. 5, —5 — 18ff vgl. Gen. 6, 14; 7, 7 — 20f vgl. I Petr. 3, 20 — 27ff vgl. haer. 2, 8; 1175, 13ff u. die weiteren dort ührten Stellen) [*](V Μ 1 δεκαδύο 12 ἄρτι auf Rasur V corr 13 συνεμίγη] συν durchgestrichen Vcorr ἐμίγη M 16 συστάσεως M; vgl. S. 73, 22 20 διασεσῶσθαι aus διασέσωσται V corr ἅμα αὐτῷ *] αὐτῶ ἅμα VM | δὲ Corn.] τε V M | σύ///ζυγον, ν ausradiert V corr 22 ὁμοίως τρεῖς am Rande nachgetragen V corr 24 * τῶν <τῶν καιρῶν> *)

78
λαιωταί, τοῦ μὲν Χὰμ γένους τριάκοντα δύο καὶ τοῦ Ἰάφεθ δεκαπέντε, τοῦ δὲ Σὴμ εἰκοσιπέντε. καὶ οὕτως ὁ πύργος καὶ ἡ Βαβυλὼν ἐγένετο.

ἐκ τούτου διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν φυλαί τε καὶ γλῶσσαι. καὶ ἐπείπερ οἱ ἑβδομήκοντα δύο <οἰ> τότε τὸν οἰκοδομοῦντες ταῖς γλώσσαις διεσκεδάσθησαν, συγχυθέντες καὶ ἀπὸ μιᾶς ἡς ᾔδεισαν *, ἐμπνευσθέντες ἐκ θεοῦ βουλήσεως ἄλλος ἄλλην ἐσχήκασιν.

ἐξ ὧνπερ καὶ μέχρι δεῦρο ἡ σύστασις τῶν λαλιῶν ἐνέστηκεν, ὥστε <τῷ> βουλομένῳ ἔνεστιν εὑρεῖν ἕκαστον ἀρχηγὸν ἑκάστης γλώσσης, ὡς Ἰωυ[ν]ὰν μὲν τὴν Ἑλληνίδα ἴσχεν,

ἐξ οὗπερ καὶ Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ <τῶν> τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼτ τὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ᾿ ἕνα λέγω, ἰδίαν ἐνεπνεύσθη γλῶσσαν. καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῶ κόσμω πεπλάτυνται.