Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Πλατυνθέντων δὲ τῶν ἀνθρώπων καὶ τῆς γενεᾶς τοῦ Ἀδὰμ ἐπεκτεινομένης ἡ ἀκρίβεια ἡ κατὰ τὸν γάμον τὸν σεμνὸν ἐπλατύνετο καθεξῆς προβαίνουσα.

καὶ ἐπείπερ γεγόνασι παῖδες τῷ Ἀδὰμ καὶ παῖδες παίδων, θυγατέρες δὲ ἐκ τούτων κατὰ διαδοχὴν γένους ἐγεννήθησαν, λοιπὸν οὐκέτι τὰς ἑαυτῶν ἀδελφὰς πρὸς γάμον ἤγοντο, ἀλλὰ εἰς εὐνομίαν κατέστη καὶ πρὸ τοῦ διὰ Μωυσέως ἐγγράφου νόμου ὁ κατὰ τὸν σεμνὸν γάμον θεσμὸς καὶ ἐκ τῶν πατραδέλφων αὐτῶν τὰς γαμετὰς ἑαυτῶν ἤγοντο.

καὶ οὕτως πλατυνομένων ἄρτι τῶν ἀνθρώπων συνεμίγη τὰ δύο γένη, τοῦ τε Κάϊν πρὸς τὸ γένος τοῦ Σὴρ καὶ τοῦ Σὴθ πρὸς θάτερον, καὶ τὰ ἄλλα τῶν υἱῶν τοῦ Ἀδὰμ γένη.

ἐντεῦθεν λοιπὸν τοῦ κατακλυσμοῦ ἄρδην τὸ πᾶν τῆς στάσεως τῶν ἀνθρώπων ἀπολέσαντος διαπεφύλακται μόνος Νῶε εὑρὼν χάριν παρὰ τῷ θεῷ, δίκαιος εὑρεθεὶς ἐν τῇ κατ᾿ ἐκεῖνο καιροῦ γενεᾷ.

λάρνακα δὲ κατὰ τὰ ἔΛη πρότερον ἡμῖν εἰρημένα κατεσκεύασεν ἑαυτῷ ἐκ προστάγματος θεοῦ, ὡς ἔχουσιν αἱ ἀληθιναὶ γραφαί, ἐν ᾑ διασεσῶσθαι ἡ αὐτὴ φάσκει τῆς ἀληθείας βίβλος αὐτόν τε καὶ τὰς προειρημένας ἅμα ἅμα αὐτῷ ἑπτὰ ψυχάς, φημὶ δὲ τήν τε ἰδίαν σύζυγον καὶ τοὺς τρεῖς υἱοὺς γυναῖκάς τε τούτων ὁμοίως τρεῖς.

ἐκ τούτου δὲ λείψανα γεγενῆσθαι τῆς κατὰ τὸν ἄνθρωπον συστάσεως ἐν κόσμῳ πάλιν ἡ ἀλήθεια συνίστησιν. ὅθεν κατὰ γενεὰν προβαινόντων * καὶ κατὰ διαδοχὴν υἱοῦ πατέρα διαδεχομένου εἰς γενεὰς πέντε ὁ αἰὼν ἐλήλακεν.