Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες.

τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς κοὶ θυγατέρας ἀνάγκη γέγονε κατ᾿ ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον.

ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Αδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον.

οἴ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ.

γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ [*](3 Gen. 4, 1 — 6f vgl. Gen. 4, 2 — 9 Gen. 4, 25 — 16ff vorl. lib. Jub. 4, 9ff Littmann — 25f vgl. lib. Jub. 4, 9 u. 11 Littmann Σαυὴ ßt hier Awan) — 27ff vgl. lib. Jub. 4, 10 Littmann) [*](V M 1 τε] lies δὴ? * | ἀγαπητοί am Rande nachgetragen V corr 2 τε] δὲ V 5 κτῆσις *] κτίσις V M 6 <κατὰ> * 9 nach Ἄβελ ein kleines Wort V 13 δείκνυσι Com.] δεικνύουσι VM 13f γεγεννημένων Dind. Oh.] γεγενημένων VM 16 λεπτογενέσει V 22 ἐπεὶ — γένος ἦν am Rande nachgetragen V corr 29 δὲ oben über V corr)

77
δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ.

ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου καὶ πρώτῃ βίβλῳ παρὰ Μωυσῇ, οὕτω φασκούσῃ »καὶ ἔζησεν᾿ Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν«.