Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Καὶ πόσα ἔστιν ἀπὸ τῆς θείας γραφῆς συλλέγειν περὶ τῶν τελειωθέντων ἐν τῷ κυρίῳ ἡμῶν, οὐ κατὰ τὴν Ἰούδα πρὸς τὸ ἀγαθὸν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὑπὲρ ἡμῶν οὐ κατὰ ἀνάγκην ἀλλὰ ἐκ προαιρέσεως ἑαυτοῦ) παράδοσιν καὶ οἰκονομίαν τοῦ σταυροῦ ὑπὲρ τῆς ἡμῶν σωτηρίας.

οἶδα δὲ εἰς πολὺν ὄγκον ἄγων τὰς μαρτυρίας, [*](2 vgl. Job. 17, 12 — Matth. 26, 24 — 3 Matth. 26, 50 — Matth. 26, 21 — 4 Job. 13, IS — 5 vgl. Psal. 40, 10 — 6 Matth. 26, 24 — 9 vgl. Matth. 27, 3ff — 15 vgl. Joh. 10,11 — 17 Matth. 27, 4. 3 — 18 vgl. Matth. 27,9 — 20 Sach. 11, 12a — 22 Sach. 11, 12b. 13) [*](V M 3 ἐξ nachgetragen V corr 6 <τό> * 8 τῶν ἐπαινούντων αὐτὸν an von etwas anderem Ycorr | <ἀφ᾿> * 14 σωτῆρι nachgetragen Vcorr 16 ὕστερον + δὲ, durchgestrichen V corr 19 ἀργυρ///ους, ι ausradiert V corr)

71
ὡς λέγει πάλιν ἄλλος προφήτης »γενέσθω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος« *,

ὅς »πρηνὴν γενόμενος ἐλάκησε μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ« καὶ τὸ πέρας ἀγχόνῃ χρησάμενος † ἔδειξεν τὸ πᾶν τῆς αὐτοῦ σωτηρίας διολέσας τῷ διαπεσεῖν τῆς ἐλπίδος κατὰ τὴν αὐτοῦ ἄτακτον καὶ προπετῆ κατὰ τοῦ δεσπότου αὐτοῦ ἐπιβουλὴν καὶ ἕνεκεν φιλαργυρίας ἐπ᾿ ἀρνησιθεΐαν ·

ὡς καὶ οἱ ἀπόστολοι ἀντ᾿ αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες »ἀφ᾿ οὗ παρέβη Ἰούδας ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἔδιον«.

ποῖον δὲ τοῦτον ἀλλ’ ἢ ὃν ἀπεφήνατο αὐτῷ ὁ σωτὴρ λέγων ὅτι ἐστὶν υἱὸς ἀπωλείας; οὑτος γὰρ ἀφωρίσθη αὐτῷ τόπος ὁ τῆς ἀπωλείας, ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας.

Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες καθεξῆς πάλιν ἐφ᾿ ἑτέραν ἴωμεν, ὦ ἀγαπητοί, τὰ σκολιὰ πάλιν καὶ θηριώδη καὶ ἰοβόλα διδάγματα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπιπνοίας τῷ κόσμῳ λύμης ἕνεκα ἐμβεβροντημένων.

τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομένων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες οὐσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ θεοῦ δυνάμει καταθλάσαντες, ἐπὶ τὴν τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι τὸν θεὸν ἀρωγὸν ἐπικαλεσώμεθα, ὠ Χριστοῦ παῖδες.