Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει. ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὑτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ άνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἠν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ’ ὁ διάβολος,

οὗ τὴν μίμησιν ἴσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, »μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν‘· οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί μὴ δωρεὰν σέβεται Ιὼβ τὸν θεόν;«

ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ᾿ ἑτέρων λέγων καὶ φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι »ἔσεσθε ὡς θεοί, καὶ οὐκ ἀποθανεῖσθε«, τοῦτον μιμούμενος ὁ Κάϊν προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν λέγων »διέλθωμεν εἰς τὸ πεδίον«.

διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννῃς εἶπεν »ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλὰ ἐκ τοῦ Κάϊν ἐστίν, ὃς ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ. καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν; ὅτι ἦν πονηρὰ τὰ ἔργα αὐτοῦ καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά«.

οὕτω καὶ οὑτοι μᾶλλον φθονοῦντες τῷ Ἄβελ τῷ καλὰ ἔργα ἔχοντι, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαρρήδην τοῦ σωτῆρος λέγοντος καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς ὅτι »ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ’ ἀρχῆς ἐκκεχυμένον ἕως [*](4 vgl. Gen. 4, 8 — 6 Matth. 26, 15 — 7 Matth. 26, 48 — 8 Matth. 26, 49 — 9 vgl. Matth. 15, 8 (Jes. 29, 13) — 16 Gen. 4, 9 — 17 Hiob 1, 9 — 20 Gen. 3, 5. 4 — 22 Gen. 4, 8 — 23ff vgl. I Job. 3, 15; 4, 18; 3, 12 — 29 Matth. 23, 35) [*](Y M 3 ὁ2 < M 4 ἐκεῖνος Corn.] ἐκεῖ VM 5 τοῦ nachgetragen V corr ἐξαγαγὼν αὐτὸν nachgetragen V corr 10 vor πατὴρ ein Buchstabe ὁ?) ausradiert V corr 15 vor ψεύδει + τῶ M nachgetragen V corr 21 προ///σχήματι, σ ausradiert V corr 24 ὃς *] ὅτι VM)

69
Ζαχαρίου τοῦ προφήτου, οὑ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου« καὶ τὰ ἑξῆς;